Breviarium historiae romanae
Eutropius
Eutropius. Breviarium historiae romanae. Droysen, Hans, editor. Berlin: Weidmann, 1879.
Ἑρκούλιος δὲ σαφέστατα καὶ προδήλως ὠμὸς ἦν καὶ πάσης μετριότητός τε καὶ κοινότητος ἀλλότριος, ἄγριον δὲ καὶ τὸ βλέμμα καὶ τὴν πρόσοψιν ἔχων, ἐξ ὧν ἑκατέρων ἡ τῆς ψυχῆς ἐσημαίνετο ποιότης. τὰς γοῦν ἀπηνεστέρας Διοκλητιανοῦ βουλὰς εὐθὺς εἰς ἔργον ἦγεν: ἔστι δὲ ὅτε καὶ ἀφορμὴν αὐταῖς παρεῖχε, πρόφασιν μὲν ὡς πάντα εἴκων αὐτῷ, τὸ δὲ οἰκεῖον θεραπεύων πάθος. ἀλλ̓ ἐπειδὴ πρὸς γῆρας ἀφικόμενος Διοκλητιανὸς οὐ σφόδρα ἡγεῖτο τῇ προστασίᾳ τῶν κοινῶν ἀρκεῖν, ποιεῖται πρὸς τὸν Ἑρκούλιον λόγους, ὥστε τὴν ἀρχὴν ἀποθέσθαι καὶ παραδοθῆναι τοῖς ἐκ τῆς ἡλικίας ἐρρωμενεστέροις καὶ ἀκμάζουσι: καὶ πείθεται μὲν εἰ καὶ ἀνιώμενος καὶ βαρέως φέρων Ἑρκούλιος, συναφίσταται δὲ τῆς βασιλείας τῷ συμβουλεύσαντι: μία τε αὐτοὺς ἀπέδειξεν ἰδιώτας ἡμέρα τὴν ἁλουργίδα ῥίψαντας ἐκ συνθήματος ἑνός, τὸν μὲν ἐν Νικομηδείᾳ τὸν Διοκλητιανόν, τὸν δὲ ἕτερον ἐν Μεδιολάνῳ μετὰ τὸν θρίαμβον ἐκεῖνον, ὃν κατὰ τῶν εἰρημένων ἐθνῶν ἐπὶ τῆς Ῥώμης ἐξεπλήρωσαν προπομπευόντων τῆς τε Ναρσοῦ γαμετῆς καὶ τῶν ἀδελφῶν καὶ τῶν παίδων.
Ἵδρυσαν οὖν ἑαυτοὺς ὁ μὲν Ἑρκούλιος περὶ τὴν Λουκανίαν, Διοκλητιανὸς δὲ ἐν ἀγρῷ γειτνιῶντι Σάλωσι καὶ διετέλεσεν ἐν ἡσυχίᾳ λαμπρᾷ τὸ καινὸν τοῦτο μόνος ἑλόμενος καὶ μετελθὼν τῆς ἀρετῆς εἶδος, ὥστε ἐξ ὕψους τοσούτου πρὸς κοινὴν μεταστῆναι πολιτείαν. καινὸν γοῦν καὶ αὐτοῦ μετὰ τελευτὴν ὑπῆρξεν ἐξ ἀμοιβῆς γέρας: μόνος γὰρ ἰδιωτῶν ἀνηγορεύθη θεός.