Breviarium historiae romanae
Eutropius
Eutropius. Breviarium historiae romanae. Droysen, Hans, editor. Berlin: Weidmann, 1879.
Οἱ μὲν οὖν ἐπαύσαντο τῆς ἀρχῆς, Κωνστάντιος δὲ καὶ Γαλλέριος τὴν τῶν Αὐγούστων προσλαμβάνουσι προσηγορίαν καὶ διαιροῦνται τὴν βασιλείαν, ὥστε τὰς μὲν Γαλλίας καὶ τὴν Ἰταλίαν καὶ τὴν Ἀφρικὴν ὑπὸ Κωνσταντίῳ τετάχθαι, τὰ δὲ τῶν Ἰλλυριῶν καὶ τὰ πρὸς ἕω καὶ τὴν Ἀσίαν ἅπασαν ὑπὸ τῷ Γαλλερίῳ. καὶ χειροτονοῦνται παῤ αὐτῶν Καίσαρες δύο. ἀλλὰ Κωνστάντιος ἀρκεῖν ἡγούμενος αὐτῷ τὴν τοῦ Αὐγούστου καὶ προσηγορίαν καὶ τιμὴν μόνον μετεποιήθη τῶν ἐν Γάλλοις πραγμάτων τὴν Ἰταλίαν καὶ τὴν Ἀφρικὴν ἀφείς, ἀνὴρ πάσης ἀρετῆς μέτοχος καὶ πάντας κοινότητι παρελθών. καὶ οἰκεῖον γὰρ ἡγούμενος πλοῦτον τὸν τῶν ὑπηκόων τὰς μὲν ἐκείνων συνεκρότει κτήσεις, τὰς δὲ βασιλικὰς παρὰ φαῦλον ἐποιεῖτο. φασὶ γοῦν αὐτὸν λέγειν ὡς ἄμεινον παρὰ τοῖς ἰδιώταις τὴν τοῦ βασιλέως εὐπορίαν εἶναι ἢ μικρῷ περικεκλεῖσθαι χωρίῳ. οὕτω δὲ μετρίαν εἶχε τὴν τῶν ἀναγκαίων παρασκευὴν ὡς ἐν τοῖς πολυανθρωποτέροις τῶν συμποσίων παρὰ τῶν ἰδιωτῶν αἰτεῖν ἀργυρᾶ τε σκεύη καὶ τὴν λοιπὴν ἀφθονίαν. τοσοῦτον δὲ ἦν αὐτοῦ παρὰ τοῖς Γάλλοις τὸ φίλτρον ὥστε αὐτῷ κατὰ τὴν γνώμην ἀνακινεῖσθαι
Γαλλέριος δὲ ἀνὴρ καὶ κατ̓ ἀρετὴν αὐτῷ προσφερὴς καὶ τὴν τῶν πολέμων ἐμπειρίαν ἔχων ἀνδρείᾳ τε καὶ τοὺς πώποτε νενικηκὼς αἰσθόμενος ἔτι Κωνσταντίου περιόντος ἀναγκαίως αὐτῷ προσήκειν τῶν τε Ἰταλικῶν καὶ Ἀφρικῶν ἐπιμεληθῆναι πραγμάτων ʽἐπειδήπερ αὐτῶν ἀφειστήκει πρὸ τῆς τελευτῆς Κωνστάντιοσ̓ δύο Καίσαρας ἐχειροτόνησε: Μαξιμιανὸν μὲν ἐπέστησε τοῖς ἑῴοις, Σευῆρον δὲ τοῖς ἐν Ἰταλίᾳ: αὐτὸς δὲ ἐν τοῖς Ἰλλυριοῖς διέτριβε. πολλοὶ δὲ τῇ σχέσει τῇ πρὸς Κωνστάντιον ἐνεχείρισαν Κωνσταντίνῳ τὴν βασιλείαν τῷ τούτου παιδὶ διάγοντι κατὰ τὰς Βρεττανίας: καὶ τὴν ἀρχὴν ἐδέξατο τοῦ πατρὸς ἐξ ἀνίσων αὐτῷ γεγενημένος γάμων. τούτων οὕτω διακειμένων τὸ τάγμα τῶν πραιτωριανῶν ἔκ τινος αἰτίας εἰς στάσιν ἀρθὲν Μαξέντιον τὸν Ἑρκουλίου παῖδα πρὸ τῆς Ῥώμης ἐχειροτόνησεν ἐν ἀγρῷ διατρίβοντα. καὶ ἐπειδή τις ἤγγειλε τοῦτο τῷ πατρί, λαβὼν ἐλπίδα τοῦ πάλιν ἀνακτήσασθαι τὴν ἐξουσίαν ἣν ἀπέθετο καταλαμβάνει τὴν Ῥώμην ἀπὸ τῆς Λουκανίας, ἔνθα μετὰ πολλῆς εὐδαιμονέστατα διετέλει τῆς ἡσυχίας ʽκαὶ γὰρ ἐπιτερπέστατον ἦν τὸ χωρίον̓, γράφει τε πρὸς Διοκλητιανὸν προτρέπων καὶ αὐτὸν ἐπὶ τὴν ἴσην γνώμην. ἀλλὰ Διοκλητιανὸς μὲν κατεγέλασε τῶν γραμμάτων, ὁ δὲ Γαλλέριος τὴν τῶν πραιτωριανῶν ἀταξίαν μαθὼν Σευῆρον ἀποστέλλει τὸν Καίσαρα τιμωρὸν τοῦ τολμήματος. ὃς ἀφικόμενος μετὰ πολλῆς στρατιᾶς περικαθεσθεὶς τὴν πόλιν κατελείφθη ὑπὸ τῶν οἰκείων τῷ Μαξεντίῳ προστεθέντων. καὶ φυγὼν ἐπὶ τῆς Ῥαβέννης ἀνῃρέθη.