Breviarium historiae romanae

Eutropius

Eutropius. Breviarium historiae romanae. Droysen, Hans, editor. Berlin: Weidmann, 1879.

Ἀλλ̓ ἀγείρας πλῆθος πρὸς τὴν Περσικὴν παρασκευὴν ἀξιόχρεων χωρεῖ πρὸς τὴν Ἀρμενίαν. κἀκεῖ τῷ Ναρσῇ συμμίξας διαφθείρει μὲν αὐτοῦ τὸν στρατόν, αἱρεῖ δὲ τήν τε γαμετὴν αὐτοῦ καὶ τὰς ἀδελφάς: αὐτόν τε ἐπεξελθὼν ἤλασε πορρωτάτω τῆς βασιλείας. γνοὺς δὲ ὡς Διοκλητιανὸς διατρίβει περὶ τὴν μέσην τῶν ποταμῶν,

167
ἀφίκετό τε ὡς αὐτὸν καὶ πρὸς ἀξίαν ἐτιμήθη τῶν εἰργασμένων. ἐντεῦθεν πολλοὶ καὶ πρὸς πολλοὺς συνεκροτήθησαν πόλεμοι, οἱ μὲν πάντων ἅμα συστρατευόντων, οἱ δὲ παῤ ἑκάστου τῶν κρατούντων: Κάρποι γοῦν καὶ Βαστέρναι καὶ Σαρμάται κατεπολεμήθησαν, ὥστε τῆς ἀπὸ τοῦ πολέμου λείας ἀνδρῶν τε καὶ λοιπῶν τὴν Ῥωμαϊκῆν πληρωθῆναι γῆν.

Ἀλλ̓ ὁ Διοκλητιανὸς μὲν ἀγχίνους τε ἦν φύσει μετά τινος κακουργίας πραγμάτων τε δεινὸς ἰχνευτὴς καὶ τὰς βουλὰς ἀποκρύπτων: τὴν τραχύτητά τε τὴν αὐτοῦ σπουδὴν εἶχεν ἑτέροις ἐπιγράφεσθαι: καὶ τὴν ὠμότητα τοῖς ἔργοις ἐγγυμνάζων ἐσοφίζετο φθόνον ἑτέρων εἶναι τὴν αὐτοῦ κακίαν. ἐπιμελείας δὲ οὐκ ἦν ἔξω καὶ τῆς περὶ τὸ βασιλεύειν τέχνης. αὐτός τε πρῶτος τὴν βασιλικὴν εἰσήγαγεν ὑπεροψίαν κατὰ μικρὸν τὴν ἐλευθερίαν τὴν Ῥωμαϊκὴν ὑποτεμνόμενος καὶ προσκυνεῖσθαι προσέταξεν ἑαυτὸν τῶν μέχρις αὐτοῦ βασιλέων τῇ κοινῇ προσηγορίᾳ τιμωμένων: καὶ τιμίους λίθους τοῖς τε ἐσθήμασι καὶ τοῖς ὑποδήμασιν ἐνήρμοσε: πρότερον δὲ τὸ διαφέρον τῆς βασιλικῆς περιβολῆς ἀπὸ τῆς ἁλουργίδος ἦν μόνης.