Breviarium historiae romanae

Eutropius

Eutropius. Breviarium historiae romanae. Droysen, Hans, editor. Berlin: Weidmann, 1879.

Κἀντεῦθεν ὁ τρίτος κατὰ τῶν Ἄφρων ἐκινήθη πόλεμος ἑξακοσιοστῷ μὲν καὶ ἑνὶ τῆς πόλεως ἔτει, πεντηκοστῷ δὲ καὶ δευτέρῳ μετὰ τὴν τοῦ δευτέρου τοῦ κατὰ Ἀννίβα πολέμου λύσιν. ὕπατοι δὲ χειροτονηθέντες Λούκιος Μάλλιος Κηνσωρῖνος καὶ Μάρκος Μανίλιος ἐπὶ τὴν Ἀφρικὴν ἐξέπλευσαν καὶ τῇ Καρχηδόνι προσεκάθηντο πολιορκοῦντες: ἡγεῖτο δὲ Καρχηδονίων τοῦ πεζοῦ μὲν Ἀσδρούβας, τῶν δὲ ἱππέων Φαμέας. συνῆν δὲ τοῖς ὑπάτοις ἀρχήν τινα στρατιωτικὴν ἔχων Σκηπίων ὁ Σκηπίωνος ἔκγονος τοῦ κληθέντος Ἀφρικανοῦ: οὗ τοσοῦτον ἦν παρὰ τοῖς πολεμίοις δέος καὶ τοσοῦτον παρὰ τῆς ἀνδρείας θαῦμα ὡς βουλευομένου τε ἄριστα καὶ ἐπιτελοῦντος ἔργοις τὰ δοκοῦντα ὀξέως, ὥστε τοὺς ὑπάτους αὐτοὺς κοινωνὸν μὲν αὐτὸν καὶ βουλῆς καὶ ἐγχειρημάτων ἔχειν, αὐτῷ δὲ χρῆσθαι πρὸς τὰ πρακτέα, ἐπειδήπερ ἑώρων τοὺς πολεμίους τὴν πρὸς αὐτὸν ἐκκλίνοντας συμπλοκήν.

Μασινίσσας γοῦν ὁ τῶν Νουμίδων βασιλεὺς τὴν πρὸς Ῥωμαίους φιλίαν ἔτεσιν ἑξήκοντα τετηρηκώς, ἡνίκα ἀπέθνησκεν ἐνενηκοστὸν καὶ ἕβδομον τῆς ἡλικίας πεπληρωκὼς ἔτος, Σκηπίωνα ἱκέτευσε τοῖς παισὶ τοῖς αὐτοῦ ʽτέσσαρες δὲ οὗτοι ἦσαν καὶ τετταράκοντἀ τὴν βασιλείαν διελεῖν.

Αὕτη τοῦ Σκηπίωνος ἡ δόξα τὸν δῆμον ἔπεισε τὴν ὑπατείαν ἐπ̓ αὐτὸν ἐπαγαγεῖν τῆς νεότητος οὔπω τοῦτο ἐπιτρεπούσης: καὶ θᾶττον ἐλπίδος αἱρεῖ τὴν Καρχηδόνα καὶ κατασκάπτει: καὶ τὸν κόσμον ἅπαντα τῆς πόλεως τὸν ἐκ πολέμων αὐτῇ συνειλεγμένον λαβὼν τοῦτον εὐθὺς ἀπέδωκε τῶν πόλεων ταῖς ἀφῃρημέναις: αὐτὸς δὲ ἐπανῆλθε: καὶ δοθέντος αὐτῷ θριάμβου προσετέθη καὶ τὸ ἐπώνυμον τοῦ πάππου: Ἀφρικανὸς γάρ

75
τοι νέος καὶ οὗτος ἐπεκλήθη. ἀπώλετο τοίνυν ἡ Καρχηδὼν ἑπτακοσιοστῷ πέμπτῳ μετὰ τὸν συνοικισμὸν ἔτει.