Breviarium historiae romanae

Eutropius

Eutropius. Breviarium historiae romanae. Droysen, Hans, editor. Berlin: Weidmann, 1879.

Κατὰ τούτους τοὺς χρόνους ἀνήρ τις Ψευδοφίλιππος ἀντῆρε χεῖρας Ῥωμαίοις καὶ τὸν πραίτωρα Ἰουβέντιον ἐπ̓ αὐτὸν χωρήσαντα μετὰ τοῦ στρατεύματος ἐνίκησε τῇ μάχῃ καὶ πανωλεθρίᾳ διέφθειρεν. ἀλλὰ Μέτελλος δεύτερος ἐπελθὼν ἐνίκησέ τε αὐτὸν καὶ πεντακισχιλίους ἀνελὼν ἀνεκτήσατο τὴν Μακεδονίαν ὑφ̓ ἑαυτῷ τε τὸν Ψευδοφίλιππον ἐποίησε.

Τότε καὶ Κορίνθῳ πόλει τῶν Ἑλλήνων ἐπιφανεστάτῃ πόλεμος ἐπηνέχθη Ῥωμαϊκός, ἐπειδὴ κατὰ τῶν ἐκ Ῥώμης πρεσβευτῶν πεπαρῳνήκεσαν: καὶ Μούμμιος ἐκπεμφθεὶς εἷλε ταύτην καὶ κατέσκαψε. τρεῖς τε ἅμα θρίαμβοι θέαμα καινὸν ἐφάνησαν ἐπὶ τῆς Ῥώμης: ἐξ Ἀφρικῆς μὲν Σκηπίωνος, οὗ τῶν ἁρμάτων Ἀσδρούβας ἡγεῖτο: Μετέλλου δὲ ἐκ Μακεδονίας, οὗ προέτρεχεν Ἀνδρίσκος ʽτοῦτο γὰρ ἦν ὄνομα τῷ Ψευδοφιλίππᾠ: κατὰ Κορινθίων δὲ Μουμμίου πολλῶν αὐτὸν κατακοσμούντων χαλκῶν τε ἀγαλμάτων καὶ σανίδων γραφαῖς ἐξησκημένων.

Οὐ μὴν πάντα τὰ Μακεδόνων ἡσύχαζεν. ἀλλ̓ αὖθις ἕτερος Ψευδοπερσεὺς παῖδα λέγων ἑαυτὸν Περσέως οἰκετικὴν συλλέξας στρατιὰν ἐπεχείρει πολεμεῖν, ὥστε αὐτῷ τοὺς ὁπλίτας εἰς ἑξακισχιλίους τελεῖν πρὸς τοῖς μυρίοις. ἀλλὰ τοῦτον ἔπαυσε μάχῃ νικήσας Τρεμέλλιος.