Breviarium historiae romanae

Eutropius

Eutropius. Breviarium historiae romanae. Droysen, Hans, editor. Berlin: Weidmann, 1879.

Παῦλος δὲ τρίτῃ τοῦ μηνὸς τοῦ Σεπτεμβρίου συμμίξας τῷ Περσεῖ διέφθειρε μὲν αὐτοῦ χιλιάδας εἴκοσι τοῦ πεζοῦ. ἐκεῖνον δὲ ἐδίωξε μετὰ τῆς ἵππου αὐτοῦ οὐδὲ ἑκατὸν ἀποβαλὼν τῶν μαχομένων: αἱ μὲν ὁ??ʼν πόλεις εὐθὺς προσεχώρησαν Ῥωμαίοις: ὁ Περσεὺς δὲ ὑπὸ τῶν συμπεφευγότων καταλειφθεὶς ἑαυτὸν παρέδωκε Ῥωμαίοις: καὶ ὁ Παῦλος οὐχ ὡς ἡττημένον οἶδεν, ἀλλὰ καὶ προσπίπτοντα πρὸς τὰ γόνατα ἀνώρθωσε

71
καὶ καθέδρας ἠξίωσε τῆς αὑτοῦ καὶ τῆς ἄλλης μετέδωκε τιμῆς. ἐντεῦθεν Ἰλλύριοι τε καὶ Μακεδόνες ὑπὸ Ῥωμαίοις ἐτέλουν ὅροις τοῖσδε: εἶναι μὲν αὐτοὺς αὐτονόμους, τῇ πόλει δὲ τῇ Ῥωμαίων εἰσφέρειν ὧν τοῖς βασιλεῦσιν εἰσέφερον μέρος ἥμισυ, πείθειν γὰρ ἠβούλοντο Ῥωμαῖοι τοὺς ὑπηκόους, ὡς οὐκ ἐπιθυμοῦσι χρημάτων. τοὺς μὲν ὅρους τούτους ἐν κοινῷ τῶν πανταχόθεν πρέσβεων ἀπήγγειλεν ὁ Παῦλος: ἐκάλεσέ τε αὐτοὺς εἰς εὐωχίαν φάσκων χρῆναι καὶ νικᾶν τε ὅπλοις καὶ νενικημένους ἑστιᾶν

Ἑβδομήκοντα δὲ τῶν Ἠπειρωτικῶν πόλεων ἀντιταττομένας ἔτι Ῥωμαίοις εἷλε πολιορκίᾳ καὶ τὴν ἐκ τοῦ πολέμου λείαν διένειμε τῷ στρατῷ. σὺν μεγίστῃ τε εἰς τὴν Ῥώμην ἐπανῆκε πομπῇ νεὼς ἐπιβεβηκὼς Μακεδονικῆς, ἣ τοῦ βασιλεύσαντος ἦν Περσέως παμμεγέθης, ὡς δεκαπέντε χωρεῖν ἐρέτας ἐξ ἀμφοτέρων τῶν πλευρῶν. καὶ ἀποβὰς ἐθριάμβευσεν ἐφ̓ ἅρματος χρυσοῦ τοῖς δύο παισὶ περιεστοιχισμένος προτρεχόντων τοῦ ἅρματος αὐτοῦ Περσέως πέντε καὶ τετταράκοντα γεγονότος ἐνιαυτοὺς καὶ υἱέων δύο. ἐδόθη δὲ καὶ Ἀννίῳ κατὰ τῶν Ἰλλυρίων θρίαμβος, οὗ καὶ αὐτοῦ προεπόμπευσαν Γέντιός τε καὶ ὁ ἀδελφὸς Γεντίου καὶ οἱ παῖδες. τούτων τῶν θριάμβων μετέσχον εἰς τὴν Ῥώμην ἀφικόμενοι Ἀτταλός τε καὶ Εὐμενὴς ἐκ τῆς Ἀσίας καὶ Προυσίας ἐκ τῆς Βιθουνίας. δῶρά τε προσεκόμισαν, ἃ προσιέμενοι Ῥωμαῖοι προσέταξαν ἐναποτεθῆναι τῷ Καπετωλίῳ. Προυσίας δὲ καὶ τὸν υἱέα τὸν ἑαυτοῦ Νικομήδη παρεκατέθετο τῷ δήμῳ.

Τῷ δὲ ἑξῆς ἐνιαυτῷ Λούκιος Μέμμιος τοὺς Λυσιτανοὺς ἐνίκησε πολέμῳ καὶ μετὰ τοῦτον Μάρκελλος.

73