Breviarium historiae romanae

Eutropius

Eutropius. Breviarium historiae romanae. Droysen, Hans, editor. Berlin: Weidmann, 1879.

Ἑρκούλιος δὲ ὁ Μαξεντίου πατὴρ ἐν μέσῳ τῷ στρατῷ δημηγορῶν ὡς καταφανὴς ἐγένετο τὸν μὲν παῖδα παρωθούμενος, ἐφ̓ ἑαυτὸν δὲ τὴν ἐξουσίαν ἄγων, μετὰ πολλὰς τὰς ἐπ̓ αὐτῷ γενομένας λοιδορίας ἀπεχώρησεν ἐπὶ τὰς Γαλλίας πλαττόμενος ὑπὸ τοῦ παιδὸς ἐληλάσθαι, ὥστε ἀφορμὴν αὐτῷ τοῦτο γενέσθαι τῆς πρὸς Κωνσταντῖνον σχέσεως, ὃς ἦν αὐτῷ γαμβρὸς ἐπὶ θυγατρί: τὸ δὲ ἀληθὲς ἐπραγματεύετο τὸν Κωνσταντίνου φόνον, ὃς ἤδη τῷ φίλτρῳ τῶν ἀρχομένων παρελήλυθε τὸν πατέρα Φράγγους τε νενικηκὼς καὶ Ἀλαμανοὺς καὶ τοὺς βασιλέας αὐτῶν ὑφ̓

173
ἑαυτῷ πεποιημένος, οὓς καὶ θηρίοις παραδοὺς ἐν κοινῇ θέᾳ διέφθειρεν: οὗτος ὁ δόλος Ἑρκουλίου τὴν θυγατέρα Φαύσταν οὐκ ἔλαθε Κωνσταντίνῳ συνοικοῦσαν: ἀλλ̓ ἐπαγγέλλει τὸ τοῦ πατρὸς ἐγχείρημα. δέει τοίνυν τοῦ γαμβροῦ μεμαθηκότος ἤδη τὴν ἐπιβουλὴν φεύγει καὶ γενόμενος ἐν τῇ Μασσαλίᾳ παρασκευαζόμενός τε ἐκεῖθεν ἐπὶ τὸν υἱὸν ἐκπλεῦσαι Μαξέντιον ἀνῃρέθη δικαιοτάτην ὑπομείνας τελευτὴν ὠμότητός τε καὶ τοῦ θηριώδους τρόπου χάριν: πρὸς γὰρ τῇ κακίᾳ ταύτῃ πρὸς πάντας ἦν ἄπιστος καὶ τῆς κοινῆς πολιτείας λυμεὼν κοινότητος παντοδαπῆς ἀλλότριος.

Ἐν τούτῳ τῷ χρόνῳ Γαλλέριος ἤγαγεν εἰς βασιλείαν Λικίννιον γνώριμον αὐτῷ γεγενημένον ἐκ τῆς πρὸς Ναρσῆν τὸν Πέρσην μάχης: τῶν γὰρ ἀνδρειότατα μεμαχημένων τε καὶ ἠριστευκότων ἦν. καὶ μετὰ τοῦτο εὐθὺς Γαλλέριος ἐτελεύτησε. τέσσαρές τε λοιπὸν τῶν Ῥωμαϊκῶν ἐκράτησαν πραγμάτων, Κωνσταντῖνος καὶ Μαξέντιος ἐξ Αὐγούστων γεγενημένοι, καὶ Λικίννιος καὶ Μαξιμιανὸς ἐξ ἰδιωτῶν πρὸς τὴν ἀρχὴν κεκλημένοι. Κωνσταντῖνος μὲν οὖν πέμπτῳ τῆς βασιλείας ἔτει στρατεύσας ἐπὶ Μαξέντιον ἐμφύλιον συνῆψε μάχην ἐκράτησέ τε αὐτοῦ πανστρατιᾷ: μετ̓ οὐ πολὺ δὲ καὶ αὐτὸν ἀνεῖλεν ἐν τῇ γεφύρᾳ τῇ καλουμένῃ Μολβίᾳ πολὺν ὄλεθρον κατὰ τῆς συγκλήτου βουλευόμενον, προσέθηκέ τε τὴν Ἰταλίαν τῇ βασιλείᾳ. Μαξιμιανὸς δέ τις νεωτερίσας ἐπήγαγε Λικιννίῳ πόλεμον ἐν τοῖς μέρεσι τοῖς ἑῴοις καὶ τελευτᾷ τὸν βίον πρὶν εἰς ἔργον τὶ προελθεῖν ἐξαπιναίως ἔν Ταρσῷ τῆς Κιλικίας.