Scholia in Sophoclem (scholia vetera)
Scholia in Sophoclem
Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888
1194 οὐκ ἴσα πράσσει τῷ τῆς μητρὸς ὀνόματι.
1211 πρὸς δίκης ἡ πρὸς ἀντὶ τῆς μετά.
1214 οὕτως ἄτιμός εἰμι τοῦ τεθνηκότος; ὥστε μηδὲ ὀνομάζειν αὐτόν;
1215 οὐχὶ σὸν ἀλλʼ ἐμόν.
οὐ σοὶ προσῆκον.
1217 ἠσκημένον κατεσκευασμένον· ἀσκήματα γὰρ τὰ καταδκευάδματα.
[*](Fol. 30 a)1223 σφραγῖδα τὸν δακτύλιον.
1225 ὦ φθέγμ᾿ λείπει φίλτατον.
1233 γοναὶ σωμάτων ἀντὶ ἑνικοῦ, γονὴ σώματος ἐμοὶ φιλτάτου, τοῦ Ἀγαμέμνονος.
1235 εἴδεθ᾿ οὓς ἐχρῄζετε ἀντὶ ἐμέ
1236 ἀντὶ σίγα ἕως ἂν κατὰ νοῦν ἀποβῇ τὸ πᾶν. παράκειται ἑκάστῳ τὸ οἰκεῖον· ἡ μὲν γὰρ γυνή τε οὖσα καὶ παρὰ προσδοκίαν εὐτυχοῦσα θρασυτέρα [*](1 εἴπῃ] εἶπε L, corr. G, V. — 2 ὁ ἄγγελος] v. 663. — 11 εἰς τοῦτο] legit ἀνάγκη (ut in textu) pro ἀνάγκῃ. — 15 μηδὲ] μήτε L, corr. Br. — 22 γωνὴ L, corr. Lasc. — 25 σῖγα L, corr. G, V, — 27 παρὰ add. Lasc. προσδοκίαν] προσδοκωσι (scr. ἀπροσδοκήτως) G.)
1239 ἀλλʼ οὐ τὰν Ἄρτεμιν: ἡ ἀπότασις πρὸς Κλυταιμήστραν· ὅρα δὲ εἰ οἰκεῖα ταῦτα τῇ Ἠλέκτρᾳ παρόντος Ὀρέστου ὁπότε καὶ μόνη οὖσα τοσοῦτον ἐθρασύνετο.
1243 ὅρα γε μὲν δή: ἐπὶ τὴν Κλυταιμήστραν τείνων φησὶν ὅτι τὸν Ἀγαμέμνονα ἀνεῖλεν.
1245 ὀτοτοῖ: ἐπείπερ ὑπέμνησεν αὐτὴν τῆς τοῦ πατρὸς ἀναιρέσεως διὰ τῶν προειρημένων δύο στίχων φησὶν ὅτι ἐνέβαλές μοι κακὸν ἀνέφελον, καλυφθῆναι μὴ δυνάμενον, ἀσκίαστον ὡς εἰ ἔφη διάδηλον κακόν.
1246 ἀνέφελον ὑπὸ μηδεμιᾶς νεφέλης κρυβῆναι δυνάμενον.
1247 οὔ ποτε καταλύσιμον οὐ καταλυόμενον, ὁ δὲ νοῦς λήθης τυχεῖν μὴ δυνάμενον.
1251 ἀλλʼ ὅταν παρουσία: ὅταν ἐπιτρέπῃ ὁ καιρὸς καὶ καλῇ ἢ ὁπόταν ἡ παρουσία τούτων ᾖ καὶ ὁ καιρὸς ἐπιτήδειος· τὸ γὰρ νῦν διεξιέναι τὰ κατὰ τὸν Ἀγαμέμνονα διʼ ὄχλου ἦν τοῖς θεαταῖς ἐπισταμένοις τὸ πᾶν καὶ περιμένουσιν ἰδεῖν τὰ ἐξ Ὀρέστου γινόμενα.
1253 ὁ πᾶς χρόνος πρέποι τῇ δίκῃ λέγειν με ταῦτα.
1255 τάδε δίκαια γράφε τάδε δίκᾳ.
1257 τόδε ποῖον; τὸ ἐλευθεροστομεῖν· τοιγαροῦν ἀντέχου τῆς ἐλευθεροστομίας.
1259 μὴ μακρὰν ἀντὶ μὴ μακρῶς.