Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

1095 ἃ δὲ μέγιστʼ ἔβλαστε νόμιμα: ἃ δὲ φυσικὰ καὶ μέγιστα νόμιμα ἔβλαστε τούτων ἀποφερομένην τὰ [*](3 Π. χ 424. — 6 χρόνον ⋆ ⋆ ⋆ ⋆  ⋆ L. — 9 τύχης] ψυχῆς Heathius — 15 Ἐρινύει L, corr. G. — 21 καὶ κοινὸν] omisit G. — 26 ἀποφερομένη L, corr. Lasc.)

150
ἄριστα· ἢ ἐριστὰ ἀμφηρίστῳ τῇ εὐσεβείᾳ τῇ τοῦ Διὸς ἢ ἐριστὰ τῇ εὐσεβείᾳ ἡ ἄν τις ἐρίσειεν ἀντὶ περισπουδάστῳ, προσφερομένην τῇ εὐσεβείᾳ τὰ νόμιμα ἀντὶ μετὰ εὐσεβείας πράττουσαν.

1097 ἄριστα τᾷ Διὸς γράφε ἄριστα τᾷ Ζηνός.

1098 θαυμαστὴ ἡ οἰκονομία τοῦ ποιητοῦ μὴ ἅμα τῇ ἀπαγγελίᾳ τοῦ θανάτου κομίσαι τὰ λείψανα ἴνα εὔλογος πρόφασις τῆς παρόδου γένηται τῷ ῥέκτῃ καὶ παραυτὰ ὁ ἀναγνωρισμὸς πρὸς αὔξησιν τοῦ πάθους. Ὀρέκτης πάρεστιν σύν τῷ Πυλάδῃ κομίζων τὰ λείψανα τῶν λογοποιουμένων ὀστῶν ἑαυτοῦ.

1101 ἱστορῶ γράφε μαστεύω.

1102 ἀζήμιος ἀληθὴς καὶ οὐχ ὑπέχων ζημίαν τοῦ ψεύδους.

1117 ἀξιοπίστως ἄγαν Ὀρέκτης σκληρός ἐστιν οὐχ οἷον δεῖ ἄγγελον εἶναι καὶ συναχθόμενον τοῖς ἀτυχήμασιν ἔσθʼ ὅτε.

1123 εἰκὸς αὐτοῖς ἕπεσθαί τινας· περιπαθῶς δὲ λίαν τὸ ἥτις ἐστίν.

[*](Fol. 29 a)

1126 λαβοῦσα τὸ τεῦχός φησιν· ὑπερφυῶς δὲ ἔχει τῇ διαθέσει λαβοῦσαν καὶ βαστάζουσαν τὰ ὀστᾶ ὀδύρεσθαι· Ὅμηρος ---

ζωόν μέν σε ἔλειπον ἐγὼ κλισίηθεν ἰοῦσα.

1127 λοιπὸν μνημεῖον.

1137 σῆς κασιγνήτης δίχα οἷον τῆς μόνης σοῦ κηδομένης· ὅλα δὲ ἐπιτέταται τῷ πάθει διὰ τὸ παρεῖναί [*](1 et 2 ἐριστὰ] ἐριστᾷ utrobique Heathius. — 4 πράττουσα L, corr. Lasc — 5 ἀρίστα ταξην L, corr. Triclinius — 20 τοῦ τεύχους L, corr. G, V. — 23 Π. τ 288. σ᾿ ἔλιπον L. — 26 ὅλα] ὅλους (scribe ὅλως) G; an ὅλη?)

151
τὸν Ὀρέστην ὡς καὶ Πηνελόπη παρόντα Ὀδυσέα θρηνεῖ παρʼ Ὁμήρῳ ἐν οἷς φησι
  • κλαιούσης ἑὸν ἄνδρα παρήμενον·
  • ἐνθάδε δὲ δίκαιον δηλοῦσθαι ὅτι ἀδελφὴ αὐτοῦ ἐστιν ἡ ἐν τῷ λόγῳ· ἀγνοῶν γὰρ αὐτὴν Ὀρέστης ἀπολοφυρομένην γνάώσεται.

    1142 ἐν σμικρῷ κύτει τῇ θήκῃ.

    1146 οὐ γὰρ ἦς, φησί, τῆς μητρός ποτε ἢ καὶ ἐμοῦ μᾶλλον ἴνα ἐπὶ τοῦ ἦσθα διαστείλωμεν, οὐκ ἦσθα τῆς μητρὸς ἀλλὰ μᾶλλον καὶ ἐμοῦ, οἷον ἐγώ σοι μᾶλλον ἥμην μήτηρ ἥπερ ἡ Κλυταιμήστρα, τὸ δὲ φίλος ἀντὶ ὦ φίλος. ἄλλως. οὐκ ἦς τῆς μητρὸς φίλος μᾶλλον ἢ καὶ ἐμοῦ ἀντὶ οὐ τῇ μητρὶ προσέκεισο μᾶλλον· ἄμεινον δὲ τὸ ἕτερον διὰ τὴν ἡλικίαν τοῦ Ὀρέστου ἐφʼ ᾗ τὸ φίλον εἶναι αὐτὸν καὶ διακρίνειν τινὰ τότε οὐκ ἐνεχώρει· μικρὸς γὰρ ἦν.

    1171 πιθανῶς πρόσκειται τὸ ὄνομα τῆς Ἠλέκτρας ἵνα μάθῃ Ὀρέστης· οὐ γὰρ μόνη ἦν αὐτῷ ἀδελφή· τοῖς δὲ κοινοῖς βοηθήμασι χρῆται ὁ χορὸς ἐν τῇ παρηγορίᾳ.

    1174 ἀναγκαῖον ἐμφανισθῆναι τὸν Ὀρέκτην· δι–Fol. 29 b ἐφθάρη γὰρ τὸ συνεκτικὸν τῆς ὑποθέσεως σιωπῶντος αὐτοῦ.

    1178 τοῦτο δύναται μὲν καὶ ἡ λέκτρα λέγειν εὐπρεπέστερον δὲ τῷ χορῷ παράκειται ἵνα μὴ περὶ [*](3 Οd τ 209 ἑὸν] σὸν L, τὸν V — 5 ἡ] ἢ L, corr. Br. — 8 et 12 ἦς] ἦσθα (ut in textu) G — 12 φίλος] ὄφελος L, correxi. ἢ καὶ] sic V; καὶ tantum factam ex ἢ L. — 22 γὰρ] ἂν addit G. — 24 τοῦτο κ. ἑ.] ad. v. 1176 adscripta in L huc retulit Lasc. — 25 περίκειται L, correxi coll. schol. v. 1236. Ai. 82.)

    152
    τοῦ ἑαυτῆς εἴδους εἴπῃ τι· θαυμαστῶς δὲ τὴν μὲν Κλυταιμήστραν ἀπὸ τοῦ λαμπροῦ σχήματος ὁ ἄγγελος ἐγνώρισεν οὗτος δὲ οὐ γινώσκει τὴν Ἠλέκτραν διὰ τὸ κεκακῶσθαι τὸ σῶμα.

    1180 ἆρα οὐ περὶ ἐμοῦ τάδε;

    1184 μοι δή.

    ἐπισκοπῶν καθορῶν.

    1185 ἐγὼ οὐδέν.

    1186 ἐν τῷ ἐν τίνι ἢ διὰ τί;

    ποίῳ λόγῳ εἰρημένῳ τοῦτον συνῆψας τὸν λόγον;

    1193 τῇδε εἰς τοῦτο