Scholia in Pindarum Nemean Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.
[*]()παλίγγλωσσον δέ οἱ ἀθάνατοι: τὴν ἐναντιόφημον, τὴν ἐναντίον τοῖς προηγγελμένοις τὸν λόγον ἔχουσαν· οἱ μὲν γὰρ ἄγγελοι ἐσήμαινον, ὅτι νεκρὰ ἦν τὰ βρέφη, ὁ δὲ εὗρε σώους τε καὶ ὑπ᾿ αὐτῶν τοὺς δράκοντας ἀνῃρημένους· ἐναντίον οὖν ἐγένετο τοῖς ὁρωμένοις τὸ ἄγγελμα, |[*]() ὅ ἐστιν ἐναντιόφημον.
[*]()γείτονα δ᾿ ἐκκάλεσαν Διὸς ὑψίστου προφάταν ἔξοχον: ἐκάλεσεν δὲ τὸν ἔξοχον προφήτην τοῦ Διὸς, πλησίον ὄντα, τὸν ἀληθῆ μάντιν Τειρεσίαν.
[*]()ὁ δέ οἱ φράζε καὶ παντὶ στρατῷ: ὁ δὲ μάντις Τειρεσίας εἶπεν αὐτῷ, τῷ Ἀμφιτρύωνι, καὶ ὅλῳ τῷ ὄχλῳ τὼν Θηβαίων, ὁποίαις συντεύξεται καὶ συναναστραφήσεται πράξεσί τε καὶ τύχαις ὁ Ἡρακλῆς.