Scholia in Pindarum Nemean Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.
[*]()εὐθὺς δ᾿ ἀπήμων: περὶ δὲ τὰ ἀλλότρια συμπτώματα καὶ κακὰ ἀβλαβὴς καὶ ἄλυπος ἡ καρδία παραχρῆμα γίνεται.[*]()
[*]()a. ἔστα δὲ θάμβει: ἔστη δὲ ὁ Ἀμφιτρύων ἐκπλήξει βαρυτάτῃ καὶ τέρψει πολλῇ συγκραθείς. Ὅμηρος (Ζ 484)· δακρυόεν γελάσασα. καὶ ἐν ἄλλοις (τ 471)· τὴν δ᾿ ἅμα χάρμα καὶ ἄλγος ἕλε φρένα.[*]()
[*]()b. δυσφόρῳ τερπνῷ τε: δυσυπομονήτῳ. πῶς δὲ ταὐτὸν δυσυπομόνητον καὶ τερπνόν: ὅτι μὲν δρακόντων ἦν ἔφοδος ἐπὶ νεογνὰ τὰ τέκνα, δύσελπις ἐγένετο· ἐπεὶ δὲ εἶδεν αὐτοὺς ἀγχομένους ὑπὸ Ἡρακλέους, ἐτέρφθη. διὸ ἐξεπλάγη δυσφορῶν ἅμα καὶ τερπόμενος.[*]()