Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
c. μετὰ ταύτης οὖν αὐτοῦ τῆς δόξης εἴη αὐτῷ ταῖς λοιπαῖς εὐχαῖς εὐμενὴς ὁ θεός· ἐπειδὴ ἄξιος ἐπαίνου μοι δοκεῖ εἶναι διὰ τὸ εἶναι αὐτὸν λίαν πρόθυμον ἐπὶ τὸ ἱπποτροφεῖν,
d. ἄλλως· εὐχαῖς: τοῦ νικηφόρου.
e. ὁ Ζεύς, φησιν, εἴη εὔφρων καὶ ταῖς λοιπαῖς εὐχαῖς, ἐπειδὴ τὰς περὶ τῆς νίκης ἐτέλεσεν.[*]()
[*]()a. τροφαῖς: ταῖς ἐξ ἑτοίμου ἱπποτροφίαις αὐτὸν ἐπαινεῖ· χαίρει δὲ καὶ ξενίζων.
[*]()χαίροντά τε: καὶ φιλόξενον ὄντα καὶ ἱππικὸν καὶ εἰρηνικὸν καὶ δίκαιον· ἱππικὸν μὲν, ὡς χαίροντα τροφαῖς ἵππων, φιλόξενον δὲ ὡς πάντα ξένον ὑποδεχόμενον καὶ ἐπὶ τούτῳ χαίροντα, εἰρηνικὸν δὲ ὡς ἡσυχίαν ἀγαπῶντα τὴν φιλοπόλιδα, δίκαιον δὲ ὡς τὴν γνώμην τρέποντα ἐπὶ τὸ καθαρώτατον καὶ ἀμόλυντον.
[*]()φιλόπολιν: εἰσὶ γάρ τινες οἱ ἐν ταῖς στάσεσι διάγοντες φιλοπόλιδες ὄντες· τὸν οὖν Ψαῦμιν φιλόπολίν φησιν εἶναι πρὸς τῷ καὶ ἥσυχον ὑπάρχειν.
[*]()a. οὐ ψεύδεϊ τέγξω: οὐ καταβρέξω οὐδὲ ἀφεψήσω καθάπερ ὕδατι ψεύδει τὸν λόγον. οἷον οὐ ψεύσομαι.
[*]()b. οὐ ψεύδεϊ τέγξω: οὐκ εἰς ὑπερβολὴν τραπήσομαι ψευσάμενος.
c. ἤτοι οὐ κρύψω τὸν λόγον τῷ ψεύδει· κρύπτεται γὰρ τἀληθῆ ὑπὸ τῶν ψευδῶν.
d. ἢ οὕτως· οὐ ποιήσω τὸν λόγον ἀσθενέστερον, ἀπὸ μεταφορᾶς τῶν βρεχομένων· ταῦτα γὰρ ἀσθενέστερα γίνεται.
e. οὐ μιανῶ οὖν, φησιν, οὐδὲ βρέξω τὸν λόγον μου ψεύδει· ἀντὶ τοῦ οὐ ψεύσομαι περὶ τῶν ἐγκωμίων τῶν τοῦ Ψαύμιδος λέγων.
[*]()a. διάπειρά τοι: τοῦτο ἐν τῷ καθόλου λέγει, ὅτι