Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()b. δέξαι Χαρίτων θ᾿ ἕκατι τόνδε κῶμον: ἀντὶ τοῦ κεχαριτωμένον.

c. ὁ δὲ τέ σύνδεσμος περισσός· ἔστι γὰρ τὸ ἑξῆς· ἀλλὰ Κρόνου παῖ, δέξαι Χαρίτων ἕκατι τόνδε κῶμον ἐπὶ τῇ Ὀλυμπικῇ νίκῃ γεγραμμένον, ὅστις ἐστὶ τῆς τῶν νικησάντων ἀρετῆς χρονιώτατον φάος· σβέννυται γὰρ [*]() τὰ καλὰ ἔργα, μὴ ἔχοντα ποιητικὴν φωνὴν | μάρτυρα.

d. τὸ δ᾿ ἑξῆς· Χαρίτων τ᾿ εὐρυσθενέων ἕκατι.

[*]()e. ἄλλως· τόνδε κῶμον: τοῦτον τὸν κῶμον δέξαι καὶ ὕμνον ὄντα Ὀλυμπιόνικον, ἐπειδὴ εἰς τὸν νικήσαντα [*]() λέγεται· | δέξαι δὲ ἡδέως καὶ κεχαρισμένως ὡς ἐσόμενον φῶς πολυχρόνιον τῶν εὐρυσθενῶν, οἱονεὶ τῶν νικησάντων

1.133
μετὰ ἀνδρείας καὶ ἐναρέτων γενομένων. ἐκ γὰρ τῶν ὀχημάτων τοῦ Ψαύμιδος ἦλθεν ὁ ὕμνος, ὅστις Ψαῦμις τῷ κοτίνῳ τῷ ἐν τῇ Πίσῃ στεφθεὶς δόξαν τῇ ἑαυτοῦ πατρίδι σπεύδει περιθεῖναι.

a. χρονιώτατον: τὸν ὕμνον, ὃς φωστὴρ ἀρετῆς ἐστι, [*]() δέξαι τὸν ἐπὶ χρόνον μένοντα. ἀθάνατος γάρ ἐστιν ὁ ὕμνος καὶ ἡ ἀρετή.

b. φάος: τὸν ὕμνον, ὃς φωστὴρ ἀρετῆς ἐστι· σβέννυται γὰρ τὰ καλὰ ἔργα, μὴ ἔχοντα τὴν ποιητικὴν φωνὴν μάρτυρα.

a. Ψαύμιος γάρ: ἀντὶ τοῦ ἥκει γὰρ ἐπὶ τῶν ὀχέων [*]() ὁ Ψαύμιος ὕμνος· ὃν δέξαι, ὦ Ζεῦ.

b. ἢ οὕτως· ὁ τοῦ Ψαύμιος ὕμνος . . . .ὃς ἐλαίᾳ στεφανωθεὶς παραγίνεται, τῇ πατρίδι δόξαν περιποιῶν τῇ Καμαρίνῃ· ἔστι δὲ πόλις καὶ λίμνη τῆς Σικελίας.

c. Ψαύμιος γὰρ ἵκει: ἥκει γὰρ ἐπὶ τῶν ὀχέων [*]() τοῦ Ψαύμιδος· τίς; ὁ ὕμνος· ὃς ἐλαίᾳ στεφανωθεὶς παραγίνεται τῇ ἑαυτοῦ πατρίδι Καμανίνῃ στέφανον καὶ δόξαν φέρων.[*]()

a. Πισάτιδι κῦδος: τῇ ἑαυτοῦ πατρίδι. ἥκει γὰρ [*]() τῶν ὀχέων τοῦ Ψαύμιδος ὕμνος· ὃν δέξαι, ὦ Ζεῦ.

b. ὃς ἐλαίᾳ στεφανωθείς: ὁ Ψαῦμις· ὃς τῇ ἑαυτοῦ [*]() πατρίδι στέφανον καὶ δόξαν θέλει περιποιήσασθαι.

a. εὔφρων εἴη: καὶ εἰς τὸν πάντα χρόνον εὔφρων [*]() ὁ θεὸς εἴη αὐτῷ.

b. θεὸς εὔφρων εἴη λοιπαῖς εὐχαῖς: εὐμενής. [*]()