Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()21 b. 22 a. ἀτρεκής: ἀτρεκὴς Ἑλλανοδίκας . . . Αἰτωλὸς ἀνήρ· τοὺς Ἑλλανοδίκας, μᾶλλον δὲ καὶ πάντας τοὺς Ἠλείους Αἰτωλοὺς εἶπεν· οὕτως γὰρ ὠνομάσθησαν ἄνωθεν ἀπὸ Αἰτωλοῦ τοῦ Ἐνδυμίωνος, ἢ διὰ τὴν Ὀξύλου εἰς Ἦλιν ἄφιξιν, ὥσπερ Ἀσκληπιάδης ἀξιοῖ. περὶ δὲ τοῦ τῶν Ἑλλανοδικῶν ἀριθμοῦ Ἑλλάνικός (FHG I, 57)

1.111
φησι καὶ Ἀριστόδημος (FHG III, 308), ὅτι τὸ μὲν πρῶτον β΄. . . ιβ΄, τὸ δὲ τελευταῖον ι΄· τοσαῦται γὰρ αἱ τῶν Ἠλείων φυλαὶ, καὶ ἐφ᾿ ἑκάστης εἷς ἦν Ἑλλανοδίκης.

See previous = 21 b.

b. Αἰτωλὸς ἀνὴρ ὑψόθεν: Αἰτωλὸς ἀντὶ τοῦ [*]() Ἠλεῖος. Ὄξυλος γάρ τις, εἷς τῶν Αἰτωλῶν, ἡνίκα ἐπὶ τὴν Πελοπόννησον οἱ Ἡρακλεῖδαι ἠπείγοντο, καθηγήσατο αὐτοῖς τῆς ὁδοῦ, ἀντιδόσεως δὲ τρόπῳ τινὶ τὴν Ἠλείων ἡγεμονίαν παρ᾿ αὐτῶν λαμβάνει· παρ᾿ οὗ λοιπὸν οἱ Ἠλεῖοι Αἰτωλοὶ ὠνομάσθησαν. διὰ τοῦτο οὖν Αἰτωλὸς ἀνὴρ ὁ Ἠλεῖος.

c. ἄλλως· Αἰτωλὸς ἀνὴρ ὁ Ἠλεῖος, ἤτοι ἀπὸ [*]() Αἰτωλοῦ τοῦ Ἐνδυμίωνος, ὃς ἦν Ἠλεῖος, ἀποκτείνας δὲ Ἄπιν ἐν τοῖς ἐπ᾿ Ἀζᾶνι ἄθλοις ἔφυγεν εἰς τὴν πρότερον Κουρῆτιν, Αἰτωλίαν δὲ ὕστερον ἀπ᾿ αὐτοῦ κληθεῖσαν. ἢ ἀπὸ Ὀξύλου, ὃς ἦν Αἰτωλὸς τοῦ Ἀνδραίμονος, διεῖλε δὲ τοῖς Ἡρακλείδαις τὴν Πελοπόννησον, καὶ διὰ τοῦτο ἐδωρήσαντο αὐτῷ ἐξαίρετον τὴν Ἦλιν.

d. ἄλλως· Αἰτωλοὶ πρῶτοι [*]() ἐγένοντο Ἑλλανοδίκαι ἐν Ὀλυμπίᾳ. καὶ ὅτι ὁ κτίστης τῆς Ἤλιδος Ὄξυλος Αἰτωλὸς ἦν.

e. (Αἰτωλός:) Ἠλεῖος. [*]()

a. (κόσμον ἐλαίας:) περιφραστικῶς τὴν ἐλαίαν. [*]()

b. (τάν:) τὴν ἐλαίαν.

c. τάν ποτε Ἴστρου: ἥντινα ἐλαίαν ποτὲ ἀπὸ [*]()

1.112
Ἴστρου ποταμοῦ τῶν συσκίων πηγῶν ἐκόμισεν ὁ τοῦ Ἀμφιτρύωνος παῖς Ἡρακλῆς μνημεῖον ἐσόμενον τῶν ἐν τῇ Ὀλυμπίᾳ ἄθλων.[*]()

[*]()a. Ἴστρου ἀπὸ σκιαρᾶν παγᾶν: τὰς πηγὰς τοῦ Ἴστρου ἐν Ὑπερβορέοις ὑποτίθεται.

b. Ἴστρος δὲ ποταμὸς διὰ πολλῶν ἐθνῶν τῆς Εὐρώπης χωρῶν· ἔχει δὲ τὰς πηγὰς ἐν τῇ τῶν Ὑπερβορέων χώρᾳ· ὃς νῦν Δάνουβις λέγεται.

c. σκιερὰς δέ φησι πηγὰς ἤτοι τὰς βαθείας ἢ τὰς σκιαζομένας τῇ περὶ αὐτὰς τῶν ἐλαιῶν φυτείᾳ.[*]()

[*]()μνᾶμα τῶν Ὀλυμπίᾳ: σύμβολον στέμμα τῶν ἱερῶν ἀγώνων, οἷον Ὀλυμπίων κότινος, Πυθίων δάφνη, Νεμέων σέλινον χλωρὸν, Ἰσθμίων σέλινον ξηρόν.[*]()

[*]()a. δᾶμον Ὑπερβορέων: ἀπὸ ἄλλης ἀρχῆς . . . ὑπόνοιαν ἔχῃ ὡς τοῖς ἄνω συνηρτημένον. πανταχοῦ δὲ οἱ Ὑπερβόρεοι ἱεροὶ Ἀπόλλωνος. ἐκλήθησαν δὲ Ὑπερβόρεοι ἀπὸ Ὑπερβορέου τινὸς Ἀθηναίου, ὥς φησι Φιλόδημος. Φιλοστέφανος δὲ (FHG III, 33) τὸν Ὑπερβόρεον Θεσσαλόν φησιν εἶναι. ἄλλοι ἀπὸ Ὑπερβορέου Πελασγοῦ τοῦ Φορωνέως καὶ Περιμήδας τῆς Αἰόλου. ὁ δὲ Φανόδημος τοὺς Ὑπερβορέους ἀπὸ τοῦ Τιτανικοῦ γένους φησὶν εἶναι. ὁ δὲ Ἑκαταῖος (FHG II, 387) ἄλλως ἱστορεῖ.[*]()