Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

c. γεγωνεῖν: προσυπακουστέον τὸ πράσσει με ἐκ [*]() τοῦ προκειμένου.

d. ἀπαιτεῖ τὸ θεόδματον χρέος.

e. τὸ δὲ γεγωνεῖν οἱ μὲν ἀπὸ τῆς γεγωνώς μετοχῆς βαρύτονον [*]() Αἰολικῶς κλίναντες γεγώνειν ὡς ἀκούειν, γινώσκειν ἐκφέρουσι· γέγωνέ τε πᾶν κατὰ ἄστυ (Ω 703). εἰσὶ δὲ οἳ ἀπὸ τοῦ γεγωνέω σχηματίζουσιν, ὥστε δεῖ περισπᾶν.

f. τὸ ἀπαρέμφατον ἐνεστὼς ἀντὶ συντελικοῦ φησι παρειλῆφθαι τὸ † γεγωνήσειν.

g. τᾶς ἄπο: τῆς Ὀλυμπίας.

h. ἀφ᾿ ἧς δὴ Πίσης [*]() αἱ ἀπὸ θεῶν ἀπομεριζόμεναι [ἀοιδαὶ καὶ] ᾠδαὶ ἐπὶ τοὺς ἀνθρώπους παραγίνονται.

i. ἐπὶ τοὺς νικῶντας [ἀνθρώπους].

1.110

[*]()θεόμοροι νίσονται: ἀπὸ θεῶν μεριζόμεναι καὶ παρεχόμεναι τοῖς νενικηκόσιν. εἰ μὴ γὰρ θεῶν προνοίᾳ νικήσῃ τις, οὐδὲ ᾄδεται.

[*]()a. ᾧτινι κραίνων: τὸ ἑξῆς τοῦ ὑπερβατοῦ οὕτως· ᾧτινι ἀμφὶ κόμαις βάλῃ γλαυκόχροα κόσμον ἐλαίας ὑψόθεν βλεφάρων ἀτρεκὴς Ἑλλανοδίκας Αἰτωλὸς ἀνὴρ Ἡρακλέους κραίνων ἐφετμὰς προτέρας.

b. ἄλλως· τὸ ἑξῆς· βλεφάρων ὑψόθεν· οὕτως γὰρ ἐστέφοντο, ἐπὶ τοῦ μετώπου. Ἀνακρέων (fr. 54)· ἐπὶ δὲ ὀφρύσι σελίνων στεφάνους θέμενοι.

[*]()c. ᾧτινι κραίνων ἐφετμάς: ἀπὸ τοῦ πληθυντικοῦ μετέπεσεν εἰς τὸ ἑνικόν.

d. τούτῳ, φησὶν, ἀκολουθοῦσιν αἱ ᾠδαὶ, ᾧτινι τελειῶν τὰς ἐντολὰς καὶ τοὺς νόμους τοῦ Ἡρακλέος ὁ δίκαιος καὶ ἀληθὴς Ἑλλανοδίκης, ὁ Ἠλεῖος ἀνὴρ, ἐπὶ τῆς κεφαλῆς ἐπάνω τῶν ὀφθαλμῶν τὸν στέφανον περιβάλλει τὸν ἀπὸ τῆς ἐλαίας τοῦ κοτίνου.

[*]()προτέρας: ὅτι μετὰ τὸν Ἡρακλέα πάλιν Ἴφιτος [*]() ἔθηκε τὸν ἀγῶνα | τῶν Ὀλυμπίων, διὰ τοῦτο εἶπε προτέρας.

[*]()a. Ἑλλανοδίκαι καλοῦνται οἱ προτεταγμένοι τοῦ ἀγῶνος, ἐπεὶ μόνοις Ἕλλησιν ἀγωνίζονται.