Scholia in Lucianum
Scholia in Lucianum
Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.
Δάματερ*] τῆς Πυθιάδος ἐκπληκτικῶς τὸ Δάματερ ἀνακαλεσαμένης ὁ Λυσίας ἀνερωτᾷ τί τὴν Δήμητρα ἀνακαλεῖς; καὶ συνείρει τῷ λόγῳ τὰ ἑξῆς. ~ S
ἑώρων*] ἀντὶ τοῦ ᾐσθανόμην. ~ MS
οὐκ ἐχρῆν*] καὶ νῦν μεμετεώρισται ὁ λόγος. ~ SMN
ἐν τῷ μέρει: ἀντὶ τοῦ ὅσον εἰς ἐμὲ ἧκεν. ~ NMS
τὸ δεῖνα: εἰώθασι τοῦτο λέγειν ἀφελῶς οὕτως τὸν λόγον προάγοντες ἐπὶ τῶν συγκρύπτειν τι βουλομένων, τῇ ἀοριστίᾳ τοῦ ὀνόματος τὸ ὑποκείμενον ἀδηλοῦντες. ~ RNS
— ] ὅτι ἀοριστοῦντες τὰ ὀνόματα ἐν τῇ συγγραφῇ τὸ δεῖνα λέγοντες οὕτως εἰώθασιν οἱ παλαιοὶ ποιεῖν ἀφελῶς
τὸν λόγον προάγοντες. καὶ γὰρ ἐπὶ τῶν συγκρύπτειν τι βουλομένων τῇ ἀοριστίᾳ τοῦ ὀνόματος τὸ ὑποκείμενον ἀδηλοῦντες ποιοῦσιν. ~ Cπλαίσιον παράταξις ἐν τετραπλεύρῳ τῷ σχήματι. ταύτην δὲ ἐκτάσσουσιν, ὁπότε ὀλίγοι πρὸς πλείους διαγωνίζονται. ἐλπίζοντες γὰρ κυκλωθῆναι, ὡς ἂν ἔχωσι τῷ κυκλώματι πάντοθεν συναντᾶν τὰ πρὸς τὴν μάχην καὶ συνάπτειν ἐκ παντὸς μέρους, τρέψαντες αὑτοὺς ἀντιπροσώπους τῶν κυ10 κλούντων ἀπομάχονται νηλεὲς ἀμυνόμενοι ἦμαρ. ἐν τετραπλεύρῳ δὲ καὶ οὐκ ἐν κύκλῳ πρῶτον μέν, ἵνα τῇ ἐκτάσει τῶν πλευρῶν συμπαρατείνεσθαι ἀναγκάζοντες τοὺς κυκλοῦντας τὸν συνασπισμὸν αὐτῶν διακόπτοιεν τῷ διαλείποντι τῆς κυκλώσεως, εἶτα δὲ καὶ ταῖς γωνίαις τοῦ σχήματος, εἴ πῃ παρείκοι, διατέμνειν τὴν κύκλωσιν ἔχωσι καὶ κατ’ ὀλίγους ἀπολαμβάνοντες τοὺς κυκλοῦντας εὐχερέστερον κατεργάζωνται. ~ SU
ἀπὸ τῆς πέλτης: πέλτη ὁ μικρὸς θυρεός. ~ CMNS
ἡ φοινικίς: ἱμάτιον ἐρυθρόν. τοιοῦτο δὲ ἐφόρουν οἱ τὸ Ἐνυάλιον διαθλοῦντες καὶ ὑποδήματα φοινικᾶ καὶ αὐτά. Λακώνων δὲ ἦν ἐπιτηδεύματα ταῦτα βουλομένων μηδὲν ἀποδειλιᾶν ἐν πολέμῳ τοὺς πληττομένους τῷ τοῦ αἵματος μολυσμῷ τὴν ψυχὴν θραυομένους, ἀλλ’ ἀνεπαισθήτως ἔχειν τοῦ γεγονότος, κλεπτομένης τῆς ὄψεως τοῦ ἐρυθήματος τῇ φοινικίδι διὰ τὴν ὁμόχροιαν. ~ RCS
σαρίσσῃ] σάρισσα Μακεδονικὸν ὅπλον, ὃ καὶ παλτόν φασι. τὸ δ’ αὐτὸ καὶ μέναυλον καλοῦσιν. ~ MNS