Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

κέκνισται: ἀντὶ τοῦ ἐρωτικῶς ἔχει· εἰώθασι γὰρ οἱ ἐρῶντες ὑπὸ τῶν ἀτόπων λογισμῶν κάμνοντες κατατετρύχθαι καὶ οἱονεὶ τὴν ὄψιν ἠμύχθαι καὶ διακεκνίσθαι. ~ RCMNS

ἃ εἶδες*] οὐ λείπει ἀλλὰ μεμετεώρισται ὁ λόγος, ὡς ἐν διαλόγῳ φιλεῖ γίνεσθαι. ~ SM

σορόν*] ὡς γραῖαν ἤδη καὶ πρὸς σορὸν ἑτοίμην διαπαίζει, ἐπεὶ καὶ οὕτως εἰώθασι τὰς πάνυ γεγηρακυίας κωμῳδεῖν. ~ RNS

Φάωνα] ὁ Φάων οὗτος πορθμεὺς ὢν διεπόρθμευσέ ποι τὴν Ἀφροδίτην καὶ γέρων ὢν εἴληφε μισθὸν παρ’ αὐτῆς ἀνηβῆσαι. ἴσως οὖν σκληφρὸς ὢν καὶ Λυσίας τοῦτο ἐπεσκώφθη παρὰ τῆς Ἰοέσσης. σημαίνει δὲ τὸ σκληφρός τὸν γέροντα μέν, μὴ ἐπίδηλον δέ, ᾧ ἐναντίος ὁ προφερής, ὁ νεάζων μέν, δοκῶν δὲ γέρων. ~ NSU