Scholia in Lucianum
Scholia in Lucianum
Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.
ψάμμος ὑπερζέουσα κτλ.] σημείωσαι. ~ V
καὶ ἐλεφάντων κτλ.] σημείωσαι. ~ Γ
τροφὴ γὰρ αὕτη τῷ πυρί*] σημείωσαι. ὥσπερ γάρ τις τροφὴ καὶ τῷ θερμῷ καὶ τῷ ψυχρῷ τὸ ὑγρόν, ἀλλὰ τῷ ψυχρῷ μὲν ἄτε συγγενεστέρῳ μᾶλλον κρατύνεται καὶ ἐπιδίδωσιν, τῷ δὲ θερμῷ μαραίνεταί τε καὶ ἀφανίζεται συναναιροῦσα τὸ ὅσον ἐφ’ ἑαυτῇ τὸ θερμόν· ἀεὶ γὰρ πρὸς λόγον αὐτὴ μὲν ἡ ὑγρότης ὀλιγουμένη ἀκμάζειν ὑπενδίδωσιν ὡς οἷα τρέφουσα τῷ θερμῷ, τέλος δὲ ἐξικμαζομένη
καὶ πρὸς τὸ μὴ εἶναι χωροῦσα ὡσπερεὶ παραθραύει καὶ παρακμάζειν ποιεῖ καὶ αὐτὴ τὸ θερμόν, εἰ καὶ μὴ τοῦτο πάσχειν δοκεῖ διὰ τὸ πάντων ἤδη κεκρατηκέναι τῶν τέως ἐνίκμων τόπων. ~ REπάντως ἡ χώρα κτλ.] ὡραῖον. ~ E
ἐκείνην τὴν αἰτίαν κτλ.] σημείωσαι. ὡραῖον. ~ V
ἔνθα δὴ τάφῳ κτλ.] σημείωσαι. ὡραῖον σφόδρα. ~ V
εὑρεθείη καὶ πῖλοι — c. 8 διψάδες παρὰ τὰ ᾠά] εἶδον ταῦτα καὶ οὐ ψευδὲς τὸ λεγόμενον. ~ E
ταυτὶ οὐ μὰ Δία κτλ.] σημείωσαι. ~ V
φύσις τῶν Λιβυκῶν ἑρπετῶν εἰδέναι: δύναται καὶ οὕτως εἶναι, ἵν’ ᾖ οὕτως ὡς οὐκ ἀμελὲς πρὸς τὸ εἰδέναι ἡ φύσις τῶν Λιβυκῶν ἑρπετῶν γεγένηταί μοι· δυσχερέστερον δέ. ~ ER
κατὰ γὰρ τὸν σοφὸν Πλάτωνα κτλ.] σημείωσαι. ~ Γ
ἐν αὐταῖς κτλ.] τὴν τῶν Κρονίων ἑορτὴν ἔοικε λέγειν. ~ RΔ
ἔγνως ἄν, ὡς ὀργίζεσθαι γοῦν ἐφεῖται κτλ.] τὸ ἑξῆς ἔγνως ἂν ἐρωτήσας, ὡς ὀργίζεσθαι γοῦν ἐφεῖταί μοι. ~ RV
εἴ τις ἕνα κτλ.] βάλλ’ ἐς κόρακας, ὄλεθρε, γελωτοποιέ, βωμολόχε. RΔ
οἵ γε οὐδὲ ἑορτάζοντες κτλ.] σημείωσαι. ~ Γ
ὁπότε ἡ* χιὼν ἐπέχει κτλ.] χειμῶνος γὰρ τὰ Κρόνια ἤγετο. ~ VΔ
Κρονωσόλων.
ὁπόταν τὸ στοιχεῖον* ἑξάπουν ᾖ] τὴν ἀπὸ τῆς ἀκτῖνος τοῦ ἡλίου τῶν σωμάτων περιγραφομένην λέγει σκιάν· οὕτω γὰρ αὐτὴν στοιχεῖον ἐκάλουν. ~ BCRVΔ
Ἐπιστολαὶ Κρονικαί.μύρμηξ ἢ κάμηλος;παροιμία ἐπὶ τῶν μικροῖς μεγαλαυχουμένων. ~ CRVΔ
κοιτίσι] κοιτὶς ἡ μικρὰ κίστη, ἐν ἧ κοιταζόμεναι αἱ τῶν πλουσίων γυναῖκες ἀποτίθενται τὸν χρύσεον αὐτῶν κόσμον. ~ Δ
ἔλαφον καὶ τὰ δελφάκια κτλ.] σημείωσαι. ~ V
σφηνοπώγωνες ἐν κωμῳδίᾳ δύο εἰσίν, ὁ μὲν ἐλεύθερος, ὁ δὲ οἰκέτης· ὁ μὲν ἐλεύθερος ἀναφαλαντίας, ὀφρῦς ἀνεσπασμένος, ὀξυγένειος, ὁ δὲ οἰκέτης ἀκμάζει καὶ ὄγκον ἔχει ὑψηλὸν καὶ πλατύν, κοιλαινόμενον ἐν περιφορᾷ, ξανθός, τραχύς, ἐρυθρός, πρέπων ἀγγέλῳ. ~ VΔ