Scholia in Lucianum
Scholia in Lucianum
Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.
ἀκινάκην*] ἀκινάκης ἡ ῥομφαία ἤτοι ἡ σπάθη παρὰ τοῖς Σκύθαις. ~ VECΩ
πυρός] αἰτίαι πυρὸς ἐξανάψεως καὶ σβέσεως. ~ E
τοιούτων ἀρετῆς κτλ.] σημείωσαι. ~ E
παρεῖναι καὶ ὁρᾶν κτλ.] ὡραῖον. ~ Γ
σφαίρας] περὶ τῶν Αακεδαίμοσιν ἀγώνων. ~ E
εἰ μὴ ἐγὼ παραβλέπω κτλ.] σημείωσαι. ~ V
μὴ πρότερον εἴπῃς κτλ.] σημείωσαι. ἐντεῦθεν ἡ προέκθεσις. ~ Γ
ὑπουργητέον κτλ.] ὡραῖον. ~ Δ
ἐς αὐτό φασι τὸ πῦρ κτλ.] ὡραῖον. ~ Δ
ὁ μέν — ἥδεσθαι] Ἐπίκουρος. ~ BΩΔ
ὁ δέ τις — πονεῖν] Διογένης. ~ BΩΔ
ἄλλος καταφρονεῖν χρημάτων] Κράτης. ~ BΩΔ
ὁ δέ τις κτλ.] Ἀριστοτέλης. ~ BΩ
περὶ μὲν γὰρ τοῦ κόσμου] Πλάτων. ~ BΔ
ἀτόμους] Δημόκριτος. ~ ΒΔ
ἀτέχνῶς*] ἀντὶ τοῦ ἁπλῶς, καθάπαξ, ὅ ἐστιν ἑνὶ λόγῳ ἀληθῶς· τέχνη γὰρ ὁ δόλος παρὰ Ἀττικοῖς, τὸ δὲ ἄνευ δόλου ἀληθές ἐστιν. ὁ γὰρ τόνος διαστέλλει τὴν σημασίαν, τήν τε τῆς τέχνης στέρησιν καὶ τὸ ἀδιάφορον τῆς χρήσεως. ἀτεχνῶς οἱονεὶ ἀτενῶς μετὰ περισσοῦ τοῦ χ̄ . — ἄλλως. ἁπλῶς, ἄνευ τέχνης, ἐκ μεταφορᾶς τῶν ἀθλητῶν τῶν μὴ τέχνῃ νικώντων ἀλλὰ δυνάμει, ἢ καθάπαξ ἢ ἀδόλως. ἐὰν δέ τις παρὰ τὴν τέχνην λέγῃ τι ἢ ποιῇ, οὐκέτι περισπωμένως ἀλλὰ βαρυτόνως· ἀτέχνως ποιεῖς, ἀτέχνως λέγεις. ~ ΔMUΩ
τὸ σεμνὸν διττῶς λέγεται, καὶ ἐπὶ τοῦ ὑπερηφάνου καὶ ἐπὶ τοῦ σεμνῶς τὰ πράγματα ποιοῦντος. ~ ΔUΩ
ὡς δὴ τί τοῦτο] ὅρα τὴν σύνταξιν. ~ φ
⸤Ἀρ⸥ίστιππο⸢ς: οὗτος φι⸣λόσοφος Κυ⸢ρή⸤νης⸥, ὁρ⸣μώμενος ⸢δεινὸς τὰ περὶ⸣ γαστέρα τ⸢ε⸤ καὶ⸥ τοὺς μαγείρους⸣ σοφιστὴς ⸢παρῆν ⸤ἀε⸥ὶ Δι⸣ονυσίῳ τῷ ⸢πρεσβυτέρῳ κατὰ⸣ ⸤Σι⸥κελίαν ⸢αὔξων αὐτῷ⸣ τὴν ⸤τρ⸥υφὴν ⸢καὶ αἰσχρότατα⸣ παρασιτῶ⸢ν ⸤καὶ⸥ κολακεύων⸣ πέρα τοῦ μ⸢ετρίου⸣. ~ ⸤Β⸥⸢ V ⸣φUΩΔ
μαστίγων κτλ.] ὡραῖον. ~ Γ
ἡμιτέλεια*] ⸢⸤τὸ ἥ⸥μισυ⸣ τῆς τιμωρίας. ⸤⸢ ὡς ἐ⸥πὶ δα⸣σμοῦ δὲ τοῦτο ⸤⸢ προ⸥ενέγκα⸣ς διέχεεν ⸢⸤ ὑπε⸥ρβαλλούσῃ τῇ ⸤ἡ⸣δ⸥ο⸢νῇ τὴν ἀκοήν⸣. ~ ⸤Β⸥⸢V⸣φUΩΔ
ὁμοίως φοβερόν τι κτλ.] σημείωσαι. ὡραῖον. ~ Γ
τοιγάρτοι ἐκεῖνα — διαπομπεῦσαι ὡς ἐτάχθησαν] ὡραῖον διόλου τὸ χωρίον καὶ τῆς ματαιότητος ἡμῶν ἐκκαλυπτικόν. ~ BΔ
ἐμβατῶν*] ἐμβάται κωμικὰ ὑποδήματα μεγάλα τε καὶ τὰς κρηπῖδας ὑψηλὰς ἐξειργασμένα τοῦ πρὸς μεῖζον ὕψος τὸν χρώμενον ἄγειν. ~ BCVφΩΔ