Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

τὸν Σύρον . . . τὸν ἐπὶ τούτων σοφιστὴν κτλ.] οὐαί σοι, Λουκιανὲ ἄθεε· σοφιστὴς ἦν ὁ κύριος καὶ θεός μου καὶ μισθοὺς ἐλάμβανε τῆς νοσούντων σωτηρίας; ἡ γῆ δὲ διαστῆναι δυναμένη τηνικαῦτα, ὅτε σὺ ταῦτ’ ἐλήρεις, τί παθοῦσα μὴ διέστη καταπιοῦσα σὲ τὸν ἀλιτήριον; ἢ οὐδὲν ἄλλο γε ἢ μυσαχθεῖσα; ~ Vat. 1325

Πολυκλείτου] ὅτι γραφεὺς ἦν ὁ Πολύκλειτος καὶ ὁ Εὐφράνωρ, οὐχὶ ἀγαλματοποιοί. ~ CΦ⸢V⸣φ

— ] γραφεὺς ὁ Πολύκλειτος, ὥσπερ καὶ ὁ Εὐφράνωρ, καὶ πῶς 〈ὡς〉 ἀγαλματοποιὸς νῦν εἰσάγεται, θαυμάζω. ~ V ⸢V⸣φ

τοῦ πώγωνος κτλ.] ὡραῖον. ~ Γ

Δαιδάλου* τεχνημάτων κτλ.] τοῦτο οὐ μάτην εἶπεν, ἀλλ’ ἐπειδὴ πρῶτος Δαίδαλος ἄγαλμα εἰργάσατο περισκελές, τῶν πρὸ αὐτοῦ πάντων τεχνιτῶν συμβεβηκότα τὼ πόδε ἀποτελούντων, παρέσχε φήμην, ὡς τὰ Δαιδάλου ἀγάλματα κινεῖται αὐτόματα. ~ ΓVΦ

ἐν κύκλῳ ψοφῶν κτλ. ] ὡραῖον. ~ Γ

ἡμισταδιαίαν] πεντήκοντα ὀργυιῶν. ~ Vφ ⸢V⸣φ

ὀφιόπους ἦν κτλ.] σημείωσαι. ~ Γ

οἷοι ὄντες αὐτοὶ κτλ.] ὡραῖον. ~ Γ

ἐπιμετρήσαντος*] ἀντὶ τ⸢οῦ προσθέντος⸣. ~ ⸢V⸣φ

Ἀρίγνωτος εἰσῆλθε κτλ.] ὡραῖον. ~ Γ ⸢V⸣φ

θεὸν ἀπὸ μηχανῆς] ἐπὶ τῶν θεάτρων ἡνίκα τι παράδοξον ἐπιτελεῖσθαι ἔδει καὶ πλέον πίστ⸢εως⸣, ἄνωθεν ὑπὲρ τὰς παρ’ ἑκάτερα τῆς μέσης τοῦ θεάτρου θύρας δὲ αὗται πρὸς τὴν εὐθεῖαν ⸢τοῦ⸣ θεάτρου πλευρὰν ἀν⸢ε⸣ῴγασιν, οὗ καὶ ἡ σκη⸢νὴ⸣ καὶ τὸ προσκήνιόν ἐστι δύο ⸢μη⸣χανῶν μετεωριζομ⸢ένων⸣ ἡ ἐξ ἀριστερῶν θεοὺς καὶ ἥρωας ἐνεφάνι⸢ζε πα⸣ρευθὺς ὥσπερ ⸢λύσιν⸣ φέροντας τῶν ἀμ⸢ηχάνων⸣. καὶ τούτῳ παραδη⸢λουμένου⸣, ὡς οὐ χρὴ ἀπιστεῖ⸢ν τοῖς⸣ δρωμένοις, ἐπεὶ θεὸ⸢ς πά⸣ρεστι τῷ ἔργῳ, ιὧ ⸢μηδὲν⸣ ἀδύνατον ἐκτελεῖ⸢ν, ἐκ τού⸣του καὶ ἐπὶ πάντων τῶ⸢ν παρὰ⸣ προσδοκίαν καὶ ⸢συμφε⸣ρόντως τινὶ συμβ⸢αινόντων⸣ ἐπεκράτ⸢ησ⸣ε ⸢λέγεσθαι⸣ τὸ ἐκ μηχ⸢ανῆς θεός⸣. ~ C⸢V⸣Φ

ἕωλος*] ⸢τὸ ἕωλος λαμβάνεται καὶ ἐπὶ τοῦ χθεσινοῦ καὶ ἐπὶ τοῦ ἤδη διεφθορότος⸣. ~ ⸢V⸣CΦ