Scholia in Lucianum
Scholia in Lucianum
Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.
οὐδὲν* πρὸς ἔπος ταῦτα] ἀντὶ τοῦ οὐδὲν ⸢πρὸς τὸν λόγον⸣, ὃν ἠρόμην. ~ ⸢V⸣φ
εἴ* γε τὸ χείριστον κτλ. ] αὐτὸς καθ ’ ἑαυτοῦ ⸢κό⸣νιν ἀμᾷ ταῦτα ⸢διε⸣ξιών. ~ ⸢V⸣φ
ἐκ* γυναικός τις ἐς ὄρνεον ἢ ἐς ἄρκτον μετέπεσεν] ὡς Πρόκνη καὶ Φιλομήλα καὶ Καλλιστώ, ἡ μὲν εἰς ἄρκτον, Πρόκνη δὲ καὶ Φιλομήλα εἰς ὄρνεα μεταβληθεῖσαι. ~ VΦ, cf. φ
Κοροίβου* — Μαργίτου] ὁ μὲν Κόροιβος μωρός τις ἀπομνημονεύεται ἄνθρωπος καὶ οὕτως ὥστε γυναῖκα ἀγαγόμενος μὴ ἂν ἑλέσθαι συγκαθευδῆσαι αὐτῇ διὰ τὸν πρὸς τὴν πενθερὰν αὐτοῦ φόβον · καὶ οὕτως ἐχόμενον τοῦτον παρθενεύειν αὐτήν, μέχρις ἂν τῆς γυναικὸς σκεψαμένης τὸ ἄρθρον ὀδύνῃ συνέχεσθαι καὶ οὐκ ἄλλως ἀπολυθῆναι, εἰ μὴ τῷ μορίῳ τοῦ ἀνδρὸς καταψηθεῖσαν· οὕτω τὴν κοινωνίαν τότε τοῦ γάμου γενέσθαι. ὁ δὲ Μαργίτης μωρὸς καὶ αὐτὸς τὰ κύματα μετρεῖν ἐπιχειρῶν. ~ Vφ
πρὸς τῆς* Ἑστίας] τὴν Ἑστίαν εἰς ὅρκον παρέλαβεν ὡς κατ’ οἶκον αὐτοῦ πυνθανόμενος καὶ τὸ πρόχειρον κατὰ τῆς ἐφεστίου ἐσχάρας αὐτὸν ἐξορκῶν. ~ Vφ
⸢κατ⸣εγνωκότες πολλὴν τὴν ⸢ἄ⸣νοιαν: αἰτιατικὴ ⸢ἀ⸣ντὶ γενικῆς Ἀττικῶς. ~ ⸢V⸣
ἥλῳ, φασίν, ἐκκρούεις τὸν ἧλον : παροιμία ἐπὶ τῶν ἀσ⸢υμ⸣φόροις ἀσύμφορα π⸢ι⸣στουμένων, ὥσπερ καὶ ἐπὶ τῶν ψευδῶν εἴρηται τὸ ⸢λίνον⸣ λίνῳ συνάπτεις. ~ C⸢V⸣φ
καὶ διὰ τοῦτο ἐκ κτλ.] ὡραῖον. ~ Γ
ἐξ Ὑπερβορέων κτλ.] ὡραῖον. ~ Γ ⸢V⸣φ
καρβατίνας*] καρβατίναι τὰ τραχέα καὶ ποιμενικὰ ὑποδήματα, ἃ καὶ ἀρβύλας φασίν. ~ VCφ ⸢V⸣φ
ἔρωτας ἐπιπέμπων κτλ.] ὡραῖον. ~ Γ
εἶτα βοῦς κτλ.] σημείωσαι. ~ Γ
Ὑπερβορέους κτλ.] ὡραῖον. ~Γ ⸢V⸣φ
ἢν ψόφον ἀκούσῃ κτλ.] σημείωσαι. ~ Γ