Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

20. πρῶτον ἔθηκε τὸν πόρδαλιν· θρασὺ γὰρ τὸ ζῷον τοῦτο. δεύ- τερον δὲ τὸν λέοντα· μετὰ γὰρ θράσους δεῖ καὶ ἀλκῆς. τρίτον σῦν, οὐχ ὡς γενναιότερον, ἀλλʼ ὡς ἀλογίστῳ ὁρμῇ φερόμενον, λεόντων καὶ πορδάλεων πολλάκις τὸ παθεῖν φύλασσομένων· διὰ τοῦτο ἐπήνεγκεν “οὗ τε μέγιστος θυμός.” ἄλλως τε λέων μὲν καὶ πόρδαλις πολ- λάκις ἡμεροῦνται, οὗτος δὲ ἀεὶ ἄγριος.

*πόρδαλις ἀρσενικόν· ἀπὸ τοῦ προσάλλεσθαι δὲ γίνεται· πάρ- δαλις δὲ θηλυκὸν ἀπὸ τοῦ παραβάλλεσθαι.

23. Πάνθου υἷες] Εὔφορβος, Πολυδάμας, Ὑπερήνωρ· οὗτοι Πανθοῖδαι.

24. ἢ πρὸ τῆς μήνιδος ἢ νῦν κατὰ τὸ σιωπώμενον ἀνήρηται. ἢ τάχα ἐν τῇ Ξ αὐτῶν συμβαλόντων πεφόνευται, ἔνθα φησὶν “Ἀτρεί- δης δʼ ἄρʼ ἔπειθʼ Ὑπερήνορα ποιμένα λαῶν” (516). φεύγων οὖν ἀνῄ- ρηται. ἢ τάχα ἔθος Ὁμηρικὸν τὸ ἔνια παραλείπειν καὶ ὕστερον φράζειν. περισσὸν δὲ τὸ ἓν οὔ.

25. ἀπόνηθ᾿] ὄνησιν ἔλαβεν. ὤνατο δὲ ὠνείδισεν· ὠνόσατο δὲ ἐμέμψατο.

27. συγγνωστός ἐστιν ἰδίας ἑαυτοῦ ἀπαγγέλλων πράξεις· οὐκ ἄλλου γάρ τινος μέμνηται ἢ ἀδελφοῦ Εὐφόρβου, ἐκ τῶν οἰκείων δυστυχημάτων ἀνακόπτων αὐτοῦ τὸ θράσος.

31. τὸ ἑξῆς, ἐς πληθὺν ἰέναι, πρίν τι κακὸν παθέειν. ῥεχθὲν δὲ, φησὶ, νήπιος ἔγνω, ὅτε μηδέν ἐστιν ὄφελος. παροιμιακὸν δὲ τοῦτο. εὐμνημόνευτον δὲ αὐτὸ ποιεῖ ἡ συντομία τῆς ἐπαγγελίας.

37. μισητὸν καὶ ἐπάρατον, παρὰ τὸ ἀρά. ὀξύνεται δὲ ἐπίθετον ὄν.