Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
1. Μενέλαον] εὖ Πατρόκλου πεσόντος πρῶτος αἰσθάνεται Μενέ- λαος· φησὶ γὰρ “ὃς κεῖται ἐμῆς ἕνεκ᾿ ἐνθάδε τιμῆς” (92). καὶ ὅτι ὁμότροποι· ἄμφω γὰρ ἤπιοι. ὁ δὲ Μενέλαος οὐ μόνον πρὸς τοὺς ὑπʼ αὐτὸν πρᾶος ἦν, ἀλλʼ ἤδη καὶ πρὸς τοὺς πολεμίους. ἢ ὅτι καὶ περὶ πάντας σπουδαῖος ὁρᾶται, ὃς καί Ὀδυσσέως καταπονουμένου ἄγων ἧκεν Ἀἴαντα, καὶ τοῦ ἀδελφοῦ προανέστη· ἢ προθυμότερον σύμμαχον ἑαυτῷ ποιῶν Ἀχιλλέα. ἄλλως τε οἱ ἄλλοι τραυματίαι εἰσὶ, πλὴν Αἴαντος, ὃν νῦν οὐκ ἔδει ὑπείκειν Ἕκτορι.
2. Τρώεσσι] Ἕκτορι καὶ Εὐφόρβῳ· καὶ γὰρ καὶ τοὺς Δαρδα- νίους Τρῶάς φησιν.
4. τὸν Αἴαντα λέοντι εἰκάζει διὰ τὸ καρτερὸν καὶ ἰσχυρὸν, τὸν Ὀδυσσέα κυνὶ διὰ τὸ ταπεινότερον μὲν, ὅμως δὲ θαρσαλέον· τὸν δὲ Μενέλαον συμπαθεῖ μὲν ζῴῳ, οὐ μὴν βιαίῳ· τοῦτο γὰρ τῷ ἤθει τοῦ ἀνδρὸς καὶ τῇ παρούσῃ τύχῃ οἰκεῖον. εὖ δὲ ἀντὶ τοῦ ὀνόματος τὸ μήτηρ ἔλαβε, τὸ φιλοστοργότατον τῆς φύσεως ὄνομα. τὸ δὲ πόρ- τακι ὑποκοριστικῶς. τριχῶς δὲ τὸ ὄνομα παῤ αὐτῷ λέγεται· πόρταξ, ὡς νῦν· πόρις “ὡς δʼ ὅταν ἄγραυλοι πόριες” (Od. 10, 410). πόρτις, ὡς τὸ “πόρτιος ἠὲ βοός” (Il. 5, 162).
*τὸ δὲ πόρτακι οἱονεὶ πορίῳ, παρὰ τὸ νεωστὶ πορεύεσθαι καὶ βαίνειν.
5. πρωτοτόκος] πρὸς τὸ μὴ εἶναι ἀσθενῆ, ἀλλὰ καὶ φιλόστοργον. κινυρή δὲ οἰκτρόφωνος· πρόσκειται δὲ διὰ τὴν Μενελάου λύπην. ὑφ᾿ ἓν δὲ, ἵνʼ ᾖ ἐν τῷ τίκτειν θρηνοῦσα. εἰδυῖα δὲ ἀντὶ τοῦ ἐγνωκυῖα καὶ ἐπισταμένη.
*πρωτοτόκος ἡ πρώτως γεννήσασα, πρωτότοκος δὲ ἡ πρώτως τεχθεῖσα.
8. τοῦ] αὐτοῦ, τοῦ Μενελάου ἢ Πατρόκλου.
9. οὐδʼ ἄρα Πάνθου υἱός] ὡς γὰρ ἐν κυνηγεσίοις πρωτόλεια τῷ πρώτως βαλόντι δίδονται, οὕτω καὶ οὗτος τῶν ὅπλων ἀντιποιεῖται· εἰ γὰρ καὶ γεγύμνωται, ἀλλʼ εἰκὸς αὐτῷ παρακεῖσθαι τὰ ὅπλα.
19. πολυκίνητος ὁ λόγος. ἐσχετλίασε πρῶτον, εἶτʼ ἐλογίσατο τὴν ὑπεροψίαν τῶν Πανθοιδῶν, καὶ οὕτως ἐπὶ τὴν ὑπόμνησιν τῶν πάλαι μετῆλθεν· εἶτα μετὰ ἤθους ἀπειλεῖ τῷ πολεμίῳ, ἀναχωρεῖν [*](3. ἔνεκʼ] εἵνεκ᾿ 13. *ὅμως δέ] δέ om. 29. πρώτως (πρώτῳ Vill.] addidit Bekkerus.)