Scholia in Euripidem (scholia vetera)
Scholia in Euripidem
Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.
θοαῖς ἵπποισιν: ἔδει ἐκ τοῦ ἐπικρατοῦντος ἀρσενικῶς αὐτοὺς ὀνομάσαι. τέσσαρες γάρ εἰσι, Χρόνος Αἶθοψ Ἀστραπὴ Βροντή. ἔθος δὲ τοῖς ποιηταῖς θηλυκῶς λέγειν τοὺς ἵππους. Σώφρων τὰν ἵππον καὶ ἐν Ἱππολύτῳ [1223] αἱ δ’ ἐνδακοῦσαι στόμια καὶ παρ’ Ὁμήρῳ [Ψ 376] αἱ Φηρητιάδαο ποδώκεες ἔκφερον ἵπποι — MTAB
στρέφων περιάγων περιελαύνων τὴν ἀκτῖνα: — MgAg