Scholia in Euripidem (scholia vetera)
Scholia in Euripidem
Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.
† ἄστρον καὶ ἀστὴρ διαφέρει· ἀστὴρ μὲν ὁ εἶς, ἄστρον δὲ τὸ ἐκ πολλῶν ἀστέρων ἀστροθέτημα καὶ συμφόρημα, οἷα καὶ τὰ ν⟨ῦν λεγόμενα⟩ ἄστρα τὰ ̄ι ̄β ζῴδια: — Ai
λείπει ἡ σύν, ἵν’ ᾖ σὺν ἵπποισι. καὶ παρ’ Ὁμήρῳ [Θ 24] αὐτῇ κεν γαίῃ καὶ ἐν Βάκχαις αὐταῖσιν ἐλάταις καὶ ἐν Ἱππολύτῳ [1189] αὐταῖσιν ἀρβύλαισιν ἁρμόσας πόδα. καὶ ἔστιν Ἀττικὴ ἡ συνήθεια: — MTAB