Scholia in Euripidem (scholia vetera)
Scholia in Euripidem
Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.
κλεινῶν Ἀγηνοριδᾶν: τινὲς εἰς τὸ Ἀγηνοριδᾶν στίζουσι· τὸ δὲ ὁμογενεῖς ἀντὶ τοῦ συγγενεῖς ἡμῖν: — MiTAB
ἐπὶ τοὺς ὁμογενεῖς τῶν Ἀγηνοριδῶν πύργους τοῦ Δαΐου πεμφθεῖσα ἐνθάδε. Ἀγήνορος δὲ παῖδες Κάδμος Θάσος Κηφεὺς Κίλιξ Φοῖνιξ Εὐρώπη Φινεύς: —MiTAB
πρὸς τοὺς συγγενεῖς: — MgBg ἐπὶ Λαΐου: ἐπὶ τοὺς πύργους τοῦ Λαΐου πεμφθεῖσα, ὅ ἐστι τὰς Θήβας ἢ πύργους φησὶ τοὺς υἱοὺς Ἐτεοκλέα καὶ Πολυνείκην· ὁμογενεῖς δὲ τῶν Φοινίκων: — MiTAB