Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἐπιλεχθεῖσα ἐγὼ ἐκ τῆς ἐμῆς πόλεως ὡς καλλιστεύματα καὶ ἀγάλματα τῷ Λοξία. ὡς πρὸς τὸ σημαινόμενον δὲ ἀπέδωκεν· ἐκ πολλῶν γὰρ ὁ χορός: — A

ἐπίλεκτα δῶρα: — MgAgBg

ἐνταῦθα εἰς τὴν τῶν Καδμείων γῆν ἀποσταλεῖσα εἰς τοὺς οἴκους τοῦ Λαΐου καὶ τούτου τοὺς παῖδας συγγενεῖς ὄντας τῶν κλεινῶν Ἀγηνοριδῶν. τῶν γὰρ Ἀγήνορος οἱ μὲν τὰς Θήβας ᾤκησαν, οἱ δὲ τὴν Φοινίκην, οἱ δὲ ἄλλην χώραν: — MiT