Scholia in Euripidem (scholia vetera)
Scholia in Euripidem
Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.
οὐ προλείπει: τὰ θατέρῳ συμβάντα κατὰ ἀμφοτέρων ἐξήνεγκεν. τί γὰρ δεινὸν ὁ Μενέλαος ἐπανελθὼν πέπονθεν, εἰ μὴ τὰ ἐν Ἰλίῳ δι’ αὐτὸν γενόμενα λέγει κακά. σύλληψις δὲ ὁ τρόπος· τὸ γὰρ ἑτέρῳ συμβὰν κατ’ ἀμφοτέρων ἔταξεν: — MTAB
τὸ καλῶς δοκοῦν γεγενῆσθαι οὐ καλῶς ἀπέβη τῷ Ὀρέστῃ. τί δέ ἐστι· τὸ ἀπηνεῖ χειρὶ διατεμεῖν τὸ σῶμα τῶν γονέων καὶ ᾑμαγμένον ἀνατεῖναι τὸ ξίφος εἰς τὰς τοῦ ἡλίου αὐγάς: — MTB