Scholia in Euripidem (scholia vetera)
Scholia in Euripidem
Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.
† Ἀτρεὺς ὁ Πέλοπος βασιλεύων Πελοποννήσου ηὔξατό ποτε ὅ τι ἂν κάλλιστον ἐν τοῖς ποιμνίοις αὐτοῦ γεννηθῇ, τοῦτο Ἀρτέμιδι θῦσαι. γεννηθείσης δὲ αὐτῷ χρυσᾶς ἀρνὸς τῆς εὐχῆς ἠμέλησε καὶ καθείρξας εἰς
λάρνακα ἐφύλαττε. μέγα δέ τι φρονήσας ἐπὶ τῷ κτήματι κομπάζει ἐπὶ τῆς ἀγορᾶς. ἠνίασε τοῦτο Θυέστην, καὶ ὑπελθὼν ὡς ἐρῶν ἔπεισε τὴν Ἀερόπην δοῦναι αὐτῷ τὸ κτῆμα, λαβὼν δὲ ἀντεῖπε τῷ ἀδελφῷ ὡς οὐ δεόντως κομπάζοντι. ἔλεγε δὲ αὐτὸς ἐν τῷ πλήθει δεῖν καὶ τὴν βασιλείαν ἔχειν τὸν τὴν χρυσᾶν ἄρνα ἔχοντα. τοῦτο δὲ ὁμολογοῦντος καὶ τοῦ Ἀτρέως Ζεὺς Ἑρμῆν πέμπει πρὸς τὸν Ἀτρέα συνθέσθαι λέγων περὶ τῆς βασιλείας καὶ δηλοῖ περὶ τῆς ἀνατολῆς ὅτι μέλλει ποιεῖσθαι τὴν ἐναντίαν ὁδὸν ὁ ἥλιος. συνθεμένου δὲ περὶ τούτου ὁ ἥλιος τὴν δύσιν εἰς ἀνατολὴν ἐποιήσατο· ὅθεν ἐκμαρτυρήσαντος τοῦ δαιμονίου τὴν Θυέστου ⟨πλεονεξίαν⟩ τὴν βασιλείαν Ἀτρεὺς παρέλαβε καὶ Θυέστην ἐφυγάδευσεν: — Aiσφάγια γενναίων τεκέων: τῶν εὐγενῶν τέκνων τοῦ Θυέστου. ἐξ ἐκείνου δὲ φόνοι συνεχεῖς καὶ ἀλλεπάλληλοι σφαγαὶ οὐ διαλείπουσι τὸν τῶν Ἀτρειδῶν οἶκον: — MiTBi