Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

δίκαια μὲν, καλῶς δ’ οὔ: ἀντὶ τοῦ δίκαιον μὲν αὐτὴν ἀναιρεθῆναι ἀνελοῦσαν τὸν ἄνδρα, οὐ μέντοι εὐκλεὲς οὐδὲ πρέπον ἦν ὑπὸ τοῦ παιδὸς αὐτὴν εὐθύνας δοῦναι τοῦ φόνου. ἐν δὲ τῷ ὑπομνήματι καὶ ταῦτα τῆς Ἠλέκτρας: — MTAB

ἔκανες ἔθανες: ἐφόνευσας. ὅθεν τὸ κανοῦν λέγεται, εἰς ὃ φέρεται ἡ ἱερουργικὴ μάχαιρα: — MTAB

ἄλλως: φονεύσασα ἀνῃρέθης, τουτέστιν· ὁ κατὰ σοῦ πραχθεὶς φόνος ἄμυνα ἐγένετο καὶ οὐκ ἀδικία· σὺ γὰρ πρώτη ἐφόνευσας τὸν πατέρα: — MTAB

ἀπὸ δ’ ὤλεσας: ὁ δέ ἀντὶ τοῦ γάρ, ἵν’ ᾖ ὁ νοῦς ἐπεξήγησις ⟨τοῦ⟩ ἔκανες ἔθανες· ἀπώλεσας γὰρ τὸν πατέρα ζῶσα καὶ θανοῦσα τὰ τέκνα διὰ τοῦ αἵματος: — MTAB

† δεικτικῶς φησιν ἑαυτὴν καὶ Ὀρέστην: — Bi