Scholia in Euripidem (scholia vetera)
Scholia in Euripidem
Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.
εἰπὲ ποῖον ἔσται τὸ πέρας, ποῖον τέλος αὐτὸν μένει, ἆρά γε ῥαΐσει τῆς νόσου ἢ οὔ: — MiTB
εἰ μὴ γὰρ ἐσθίει, τεθνήξεται: — MgAg
ἐξέθυσ’ ὁ Φοῖβος ἡμᾶς: ἀντὶ τοῦ ἀπώλεσεν ἡμᾶς ὁ Ἀπόλλων πατροφόνου μητρὸς αἷμα δούς, οἷον ἐνδοὺς ἡμῖν καὶ κελεύσας τὸν τῆς μητρὸς φόνον ἐργάσασθαι. τὸ δὲ ἑξῆς· μέλεον ἀποδοὺς αἷμα φόνον πατροκτόνου μητρός: — MTAB
Ἄλλως: ἡ ἐξ πρὸς τὸ πατροφόνου. τουτέστι· δοὺς ἡμῖν τὸ αἷμα καὶ τὸν φόνον τῆς πατροφόνου μητρός. οἷον· ἐγχειρίσας ἡμῖν καὶ κελεύσας ἀπὸ τοῦ φόνου καὶ τοῦ αἵματος τῆς μητρὸς τιμωρῆσαι τῷ πατρί. δύναται δὲ καὶ ἀποδούς: — MTAB
ὠφείλετο μὲν γὰρ αὐτὴ ἀναιρεθῆναι, οὐ μέντοι ὑπὸ τοῦ παιδός: — MTAB