Scholia in Euripidem (scholia vetera)
Scholia in Euripidem
Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.
ἄλλως: κατὰ χόλον τῆς Ἥρας Ἀθάμας κατετόξευσε Λέαρχον, τὸν ἐξ Ἰνοῦς γενόμενον αὑτῷ παῖδα. καὶ αὐτὴ δὲ ἡ Ἰνὼ μανεῖσα ὑπὸ τῆς Ἥρας ⟨ὤργιστο γὰρ αὐτῇ, ὅτι ἐτεθηλάκει τὸν Διόνυσον⟩ τὸν ἕτερον ἑαυτῆς παῖδα ἐξαρπάσασα Μελικέρτην, ἥλατο σὺν αὐτῷ εἰς τὴν θάλασσαν. Εὐριπίδης δέ φησιν αὐτὴν αὐτόχειρα γενομένην Λεάρχου καὶ Μελικέρτου, ὕστερον εἰς τὴν θάλασσαν ἁλέσθαι: — AB