Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

Ἰνὼ μανεῖσαν: Ἰνὼ κατὰ χόλον τῆς Ἥρας μανεῖσα ἔρριψεν ἑαυτὴν εἰς τὴν θάλασσαν ἅμα τῷ υἱῷ αὑτῆς Μελικέρτῃ. ἐμίσει γὰρ πάντας τοὺς Θηβαίους ἡ Ἥρα, ὅτι παρ’ αὐτοῖς ἐτέχθη ὁ Διόνυσος. καὶ αὐτὸς δὲ ὁ Διόνυσος ἐξέμηνε τὰς τούτων γυναῖκας, μὴ προσιεμένων αὐτὸν ὕστερον τῶν Θηβαίων, ἴσως δὲ καὶ τοῦτο τῆς Ἥρας ἐργασαμένης. οἱ μὲν οὖν ἱστοροῦσι τῷ παιδὶ συγκατενεχθῆναι τὴν Ἰνὼ εἰς τὴν θάλασσαν· Εὐριπίδης δέ φησιν αὐτὴν αὐτόχειρα τῶν δύο παίδων γενομένην, Λεάρχου καὶ Μελικέρτου, αὑτὴν ὕστερον εἰς τὴν θάλασσαν ῥῖψαι. φασὶ

δὲ ἐκβρασθέντας εἰς Κόρινθον αὐτοὺς ἀναληφθῆναι ⟨καὶ⟩ προστάξει τοῦ Σισύφου [ὡς καὶ] ἀγῶνα Ἴσθμιον ἐπὶ Μελικέρτῃ κατὰ χρησμὸν τεθῆναι τοῦτον ἑωρακότος: — AB