Scholia in Euripidem (scholia vetera)
Scholia in Euripidem
Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.
ἔξερρε: φθείρου ἐκ ταύτης τῆς γῆς φυγὰς γεγονὼς καὶ μήτε εἰς τὴν πόλιν ταύτην εἰσέλθῃς. τὴν ἐπὶ Ἀθηνᾷ ᾠκοδομημένην. θεοδμήτους γὰρ τὰς θείως ᾠκοδομημένας· οὐ γὰρ ὑπὸ θεῶν ἐτειχίσθησαν: — NAB
† θεοδμήτους μόλῃς: θεοδμήτους οὐ λέγει τὰς Ἀθήνας ὡς ὑπὸ θεῶν τειχισθείσας, ἀλλ’ ὡς ἐπὶ τῇ Ἀθηνᾷ ἀνατεθείσας. αἱ γὰρ Ἀθῆναι πρῶτα κατὰ τὸν μῦθον ἀναφανεῖσαι πολλοὺς τῶν θεῶν εἵλκυσαν εἰς ἔρωτα ἑαυτῶν, ἐξαιρέτως δὲ παρὰ τοὺς λοιποὺς θεοὺς Ἄρης καὶ Ἀθηνᾶ τῆς πόλεως ἤρων καὶ ἀντεποιεῖτο ἑκάτερος. καθιστῶσιν οὖν αὐτοὺς τοὺς πολίτας τοὺς Ἀθηναίους δικαστὰς τίνι ἂν ἡ πόλις προσήκοι μᾶλλον. Ἀθηναῖοι δὲ λέγουσιν [ὡς] τῷ δεδειχότι σημεῖόν τι ἐν πόλει ἐκείνῳ ἀνατεθῆναι ταύτην. Ἀθηνᾶ οὖν ἐλαίαν ἐν τῇ ἀκροπόλει ἐξέφυσε καὶ οὕτως νικήσασα τὴν πόλιν ἔλαβεν ἑαυτῇ. καὶ διὰ τοῦτο τοῖς νικῶσι θαλλὸς ἐλαίας ἔκτοτε διδόμενος ἦν. ὥστε θεοδμήτους λέγει τὰς Ἀθήνας ὡς ἐπὶ τούτῳ οἰκοδομηθείσας ὥστε ἀνακεῖσθαι τῇ θεᾷ Ἀθηνᾷ: — A
εἰ γὰρ παθών γε: εἰ γὰρ μὴ τιμωρήσομαί σε, οὐδὲ ἃ πρὶν κατώρθωσα, ἔτι ἐμὰ νομισθήσεται, ἀλλὰ μάτην ἂν ἐπαινοίμην ἐπ’ αὐτοῖς: — NAB