Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

οἶδ’ ἐγὼ νέους: οἶδα ἐγὼ νεωτέρους οἵτινες, ὁπηνίκα αὐτοὺς ἡ Κύπρις ταράξει, μωρότεροι γίνονται τῶν γυναικῶν: — NAB

τὸ δ’ ἄρσεν αὐτούς: συγγνώμην αὐτοῖς παρέχει τὸ εἶναι ἀνδράσιν ἐν ταῖς ἁμαρτίαις, ταῖς γυναιξὶ δὲ οὔ. ἢ τὸ καλεῖσθαι ἄρσενας, ἐπεὶ οὐκ αἰσχύνονται ἐρῶντες, ἢ τὸ θρασὺ καὶ ἀναιδές: — NAB

νῦν οὖν τί ταῦτα: τί, φησὶν, ἐναντιούμενος οὖν ἐγὼ νῦν τοῖς σοῖς λόγοις ταῦτα λέγω, ἔχων καὶ σαφῆ μάρτυρα, τὴν νεκρόν: — NAB