Scholia in Euripidem (scholia vetera)
Scholia in Euripidem
Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.
οὔτε γὰρ πυρός: οὔτε γὰρ τὸ βέλος τοῦ πυρὸς οὔτε τὸ ὑψηλότατον βέλος τῶν ἄστρων τοιοῦτόν ἐστιν οἷον ἵησιν ἐκ χειρῶν ὁ Ἔρως ὁ Διὸς παῖς. εἶτα, ἵνα μὴ δόξῃ τὸ κοινὸν βέλος λέγειν, φησὶ τὸ τῆς Ἀφροδίτης, ἀπὸ κοινοῦ δὲ τὸ βέλος τοῦ πυρὸς καὶ τὸ βέλος τῶν ἄστρων: — NAB
ἄλλως: ἡ μὲν τοῦ πυρὸς βολὴ ⟨πρὸς⟩ τὸ δυνατὸν, ἡ δὲ τῶν ἄστρων πρὸς τὸ ἐπιτευκτικόν. τὸ μὲν γὰρ ἀναλωτικὸν τῶν ἐμπιπτόντων, τὸ δὲ ὀξείας καὶ ἐξόχους ἔχον τὰς ἁφὰς, ὥστε τὸ μὲν πρὸς τὴν ἰσχὺν, τὸ δὲ πρὸς τὴν εὐστοχίαν. οὔτε γὰρ τοῦ πυρὸς οὔτε τῶν ἄστρων
τῶν τὰς χειμασίας ἐμποιούντων τὸ βέλος κρεῖσσόν ἐστι τοῦ σοῦ βέλους: — NABπαρά τ’ Ἀλφεῷ: τουτέστιν· ἐν Ὀλυμπίᾳ ἡ Ἑλλὰς αὔξει θυσίας μὴ τιμῶσα τὸν Ἔρωτα: — NBi
μάτην θύομεν Διΐ Ὀλυμπίῳ καὶ Ἀπόλλωνι Πυθίῳ, μὴ τιμῶντες τὸν Ἔρωτα, τὸν ὄντα τύραννον μὲν ἀνθρώπων, φύλακα δὲ τῶν ἀφροδισίων θαλάμων, τὸν πορθοῦντα καὶ ὀλοθρεύοντα τὸν τῶν ἀνθρώπων βίον καὶ διὰ πάσης συμφορᾶς πόνους καὶ λύπας παρέχοντα καὶ παντὸς κακοῦ πειραθῆναι ποιοῦντα, ὅταν πρὸς αὐτοὺς ἔλθῃ: — NAB