Scholia in Euripidem (scholia vetera)
Scholia in Euripidem
Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.
ὃ ἀντὶ τοῦ ὅς: — N
ψυχᾷ χάριν: ἀπὸ ἑνικοῦ εἰς πληθυντικὸν μετέβη. ἔδει γάρ, εἰσάγων ψυχῇ χάριν ᾖ ἐπιστρατεύσῃ, ἀλλὰ τὸ μὲν ἑνικὸν παρέλαβε πρὸς τὸ ὁμοιοπαθὲς τῆς ἀνθρωπίνης φύσεως, εἰς δὲ τὸ πληθυντικὸν ἐξέπεσε πρὸς ἐξήγησιν τοῦ κατὰ τὸν ἑνικὸν ἀριθμὸν δεδηλωμένου πληθυντικοῦ. εἰσὶ δὲ τὰ ὀνόματα οἰκεῖα ἔρωτι: — A
οὐ πάντη ἀπεύχεται τὸν ἔρωτα, ἀλλὰ τὸν ἐθελόκακον, ἐπεὶ καὶ ἀρετῶν εἰσὶν ἔρωτες: — MNAB
μηδ’ ἄρρυθμος ἔλθοις: μηδὲ ἄμετρός τις καὶ ἄτακτος ἔλθοις. ῥυθμὸς γάρ ἐστιν ἡ μουσικὴ τάξις. πᾶς δέ τις ἔρως μεμετρημένος ἔχει μετὰ τῆς τάξεως τὸ χάριεν ἅμα καὶ ἀβλαβές: — NAB