Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

εἰ τὸ μηδὲν ἄξιον φόβου φοβῇ, πάντα ἂν φοβηθεῖσαν γνῶθι σαυτήν: — NAB

φοβοῦμαι μὴ ἐπ’ ἐμοὶ σφόδρα τις πανοῦργος ἀποδειχθῇς μηνύουσα τῷ Ἱππολύτῳ τὸν πρὸς αὐτὸν ἀπ’ ἐμοῦ ἔρωτα: — NB

οἰκονομικώτατα οὐδὲν πρὸς τὴν ἐρώτησιν ἀντέθηκεν καίτοι αὐτὴ ἐρωτήσασα τὴν Φαίδραν διὰ τί φοβοῖτο, ἀλλὰ μόνον φησὶν ἐγὼ ταῦτα θήσω καλῶς, οὐ βουλομένη κατήγορος ὕστερον ἑαυτῆς φωρᾶσθαι. τὴν Ἀφροδίτην δὲ ἐπικαλεῖται ὡς παραστατοῦσαν ταῖς τοιαύταις περιεργίαις: — NAB

τοῖς ἔνδον ἡμῖν: φίλον ὀνομάζει τὸν Ἱππόλυτον καθ’ ἡδονὴν ἡ γραῦς, προλαμβάνουσα ταῖς ἐλπίσι: — NAB