Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἆρα χριόμενον ἢ πινόμενον τὸ φάρμακον: — N

διδάσκει πῶς δεῖ τοῖς ἀναγκαίοις χρῆσθαι, εἰς τὴν παραυτίκα μόνον ἀπαλλαγὴν τῶν κακῶν καὶ ἀπόλαυσιν· οὐ γὰρ εἰς τὴν διηνεκῆ γνῶσιν. τὸ γὰρ τοιοῦτον πονηρίας ἐστὶν ἐπιθυμία καὶ διηνεκὴς τῆς κακουργίας ἀπόλαυσις. δεῖ οὖν πρὸς τὸ λυσιτελοῦν ἀπολαύοντας τῶν τοιούτων καταρρᾳθυμεῖν τῶν διηνεκῶν εἰδήσεων. ὠφεληθῆναι, φησὶ, βούλου μόνον, ἀλλὰ μὴ μαθεῖν τῆς ὠφελείας τὴν φύσιν: — NAB

δέδοιχ’ ὅπως: ἐπειδὴ μεσότης ἐστὶ καὶ ὑπερβολὴ καὶ ἔλλειψις καὶ ἡ μὲν μεσότης ἐστὶ φρόνησις ἡ δὲ ἔλλειψις ἀφροσύνη ἡ δὲ ὑπερβολὴ πονηρία, διὰ τοῦτο εἶπε δέδοικα μὴ λίαν φανῇς σοφή, ἤτοι πονηρά. τὸ λίαν γὰρ ἐπαυξητικόν ἐστι τοῦ ⟨μέσου⟩, καὶ λοιπὸν

ἐκ τῆς πονηρίας βλάψεις μᾶλλον ἢ ὠφελήσεις. τῆς γὰρ φρονήσεως. ἤτοι τῆς μεσότητος, λειπούσης ἐξ ἀνάγκης ἄμφω αἱ κακίαι, ἤτοι ἡ πονηρία καὶ ἡ ἀφροσύνη, βλάπτουσι: — A

δέδοικα, φησὶ, μὴ ⟨λόγῳ⟩ μετιοῦσα τὴν φάρμαξιν ἔργῳ δηλώσῃς τὴν νόσον: — NAgB