Scholia in Euripidem (scholia vetera)
Scholia in Euripidem
Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.
νοσοῦσα δ’ εὖ πως: καλῶς σαυτὴν διάθες καὶ γενναίως φέρε αὐτήν. οἷον· μὴ ἡττῶ τῇ νόσῳ, ἀλλὰ γενναίαζε: — NAB
ἄλλως: καλῶς πως σαυτὴν διάθες. ἢ καλῶς διατίθει τὴν νόσον καὶ ὑπόταττε σαυτήν. οἷον· μὴ ἡττῶ τῆς νόσου, ἀλλὰ γενναίως φέρε καὶ ἐπὶ πέρας ἄγε αὐτήν: — NAB
ἐπαᾴσματα: — Mg
ἧ τἄρ’ ἂν ὀψέ γ’ ἄνδρες: βραδέως ἂν οἱ ἄνδρες διανοηθεῖεν περί τινος, εἰ μὴ ἡμεῖς αἱ γυναῖκες μηχανὰς εὑρήσομεν. εἰ γὰρ αἱ γυναῖκες ἀπορήσομεν πανουργιῶν. πόσῳ μᾶλλον οὐκ εἰς ἔσχατον ἀμηχανίας περιπεσοῦνται οἱ ἄνδρες; ὥσπερ γὰρ τὸ νοῦν ἔχειν δέ
δοται τοῖς ἀνδράσιν, οὕτως τὸ πανουργεῖν καὶ μηχανὰς ἐξευρίσκειν ταῖς γυναιξί: — NAB