Scholia in Euripidem (scholia vetera)
Scholia in Euripidem
Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.
ἀλλ’ εἰ τὰ πλείω: ἀλλ’ ἐὰν ἔχῃς περισσότερα καλὰ καὶ ὀλιγώτερα κακά, ἄνθρωπος οὖσα καλῶς πράξειας ἄν: — NAB
ἀλλ’ ὦ φίλη παῖ: τῶν δυσφορουσῶν καὶ ὑπὲρ φύσιν φθεγγομένων καὶ ἐπ’ ἔρωτι θάνατον μηχανωμένων. τὸ γὰρ ἀρχόμενόν τινα δυσφορεῖν οὐδὲν ἕτερόν ἐστιν ἢ κρείσσονα ἑαυτὸν νοεῖν τοῦ κρατοῦντος καὶ τὴν δεσποτείαν ἄδικον εἶναι λέγειν: — NAB
τάδ’ ἐστὶ. κρείσσω: ἢ καθὸ μὴ βούλεται ὑποκεῖσθαι τῇ Ἀφροδίτῃ, ἢ ἐπεὶ καὶ οἱ θεοὶ πολλάκις ἐρῶσιν, ὡς καὶ ἡ γραῦς ἔφη. διὰ τούτου δὲ θεραπεύει τὴν ὑποψίαν τῆς αἰσχρότητος, εἰς θειοτέραν ἀνάγκην τὸ ἀκούσιον τῆς γνώμης ἀναφέρουσα: — NAB
ὑπόμενε: — Mg