Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

γλώσσῃ γὰρ οὐδὲν πιστόν: ἔοικε τὸ συμβαῖνον ἐκ τῆς γλώσσης δι’ ἄλλων τῇ γλώσσῃ προστεθεικέναι, καθὸ πολλάκις τῶν ἀκουόντων ἀπίστων γινομένων αὕτη τῆς προδοσίας αἰτία νομίζεται. ἄμεινον, φησὶν, ἡγησάμην τὸ σιωπᾶν, εὐλαβουμένη μὴ γλῶσσαν κτήσωμαι σύμβουλον, λόγῳ μὲν ἐπαινοῦσαν τὰς ἀρετὰς. ἔργῳ δὲ ἀκόλαστον. δάκνει γὰρ τὸ παραινούμενον. ὅταν τις ἕτερον κεύθῃ ἐνὶ φρενὶ. ἄλλο δὲ εἴπῃ [Ι 313]: — NAB

τὴν πορνείαν, ἐπεὶ καὶ τὸ ἐναντίον σωφροσύνη καλεῖται ἐν ᾗ σῴζομεν τὰς φρένας: — MB

τὸν ἔρωτα: — Mg

τρίτον δ’ ἐπειδή: ἐπειδὴ τοῖς δύο τρόποις οὐδὲν ἤνυον πρὸς ἐγκράτειαν τοῦ ἔρωτος οὔτε τῇ σιωπῇ οὔτε τῇ σωφροσύνῃ. ἔδοξέ μοι ἀποθανεῖν: — MNAB