Scholia in Euripidem (scholia vetera)
Scholia in Euripidem
Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.
ἄλλως: εἰ δ’ ὁ καιρὸς ἦν σαφής: ἐπεί φησιν Ὁμηρος μίαν μὲν εἶναι τὴν αἰδῶ, δισσὴν δὲ δύναμιν ἔχειν αἰδὼς, ἥ τ’ ἄνδρας μέγα σίνεται ἠδ’ ὀνίνησι’, τὴν διαφωνίαν ἰώμενός φησιν ὅτι τῆς αἰδοῦς ἡ διπλῆ διάνοια παρὰ τὴν ἡμετέραν γίνεται ἄγνοιαν. ἡμεῖς γὰρ οὐ κατὰ καιρὸν αὐτῇ χρώμενοι διπλῆν ἡγούμεθα τὴν μίαν. ἔδει γὰρ τὴν εὐκαίρως γινομένην μόνην ὀνομάζειν αἰδῶ. τὸ δὲ ταὔτ’ ἔχοντε γράμματα, οἷον· ἑνὶ ὀνόματι τόνῳ καὶ φθόγγῳ προσαγορευομένα: — NAB
ἀκριβὴς φανερός: — Mg
τὴν αὐτὴν ἐπωνυμίαν: — Mg
ταῦτ’ οὖν ἐπειδὴ τυγχάνω: ἐπειδὴ τοίνυν τὴν φύσιν ἑκάστου πράγματος ἐτύγχανον γινώσκουσα καὶ πόθεν οἱ ἄνθρωποι τὸν βίον ἑαυτῶν διαφθείρουσιν, ἐνόμιζον τοῦτο ὅτι οὐκ ἔστιν μοι οὐδεμία πρόφασις οὕτως ἰσχυρὰ οὐδὲ δέλεαρ τοιοῦτον, ὅπερ ἐκ τῶν φρενῶν καὶ τῆς τοσαύτης σωφροσύνης μεταστήσει ἐμὲ εἰς πορνείαν. οὐκ ἀπεικότως δὲ τοῦτό φησιν, ἀλλὰ πρὸς πλείονα δεῖξιν τοῦ μὴ μόνον οὐ κατὰ φύσιν, ἀλλὰ καὶ παρ’ ἐλπίδα νοσεῖν ἔρωτα: — NAB