Scholia in Euripidem (scholia vetera)
Scholia in Euripidem
Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.
τὰς δεσποσύνους: τὰς τῶν δεσποτῶν. δεσπόσυνος δὲ κυρίως ὁ τοῦ δεσπότου υἱός. κατεχρήσατο οὖν οὕτως εἰπών: — MA
ἦν γὰρ ἡ Ἑκάβη ἐν τῇ τοῦ Ὀδυσσέως σκηνή, ὁ δὲ χορὸς ἐν τῆ τοῦ Ἀγαμέμνονος. διὰ τοῦτο λέγει τὰς δεσποσύνους, τουτέστι τοῦ Ἀγαμέμνονος, ὅπου ἐκληρώθην εἶναι δούλη: — MA
οὐδὲν παθέων ἀποκουφίζουσ’: οὐδὲν τῶν περιεχόντων σε κακῶν θεραπεύουσα: — M
ἄλλως: ἐν ὑπερβατῷ· σπουδῇ πρὸς σ’ ἐλιάσθην οὐδὲν παθέων ἀποκουφίζουσα. σπουδῇ, φησὶν, ἐχωρίσθην ἀπὸ τῆς σκηνῆς τοῦ Ἀγαμέμνονος οὐκ ἐπὶ τῷ κουφίσαι τι τῶν κακῶν σου, ἀλλὰ καὶ ἐπισάξαι τοῖς λεγομένοις ὑπ’ ἐμοῦ: — MA