Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

οὐδὲν παθέων ἀποκουφίζουσ’: οὐδὲν τῶν περιεχόντων σε κακῶν θεραπεύουσα καὶ ἀποκουφίζουσα, ἀλλὰ τοὐναντίον ἐπιτιθεῖσα βάρος ἀγγελίας, τουτέστιν· ἕτερά σοι πρὸς οἶς ἔχεις κακοῖς ἀπαγγέλλω κακά: — MA

ἄλλως: παρεγενόμην δὲ οὐκ ἐλαττοῦσά σου τὰς συμφοράς, ἀλλὰ μᾶλλον καὶ παραύξουσα διὰ ταύτης τῆς ἀγγελίας: — MA

γινώσκεις ὅτε ὁ Ἀχιλλεὺς ἐπάνω στὰς τοῦ ἑαυτοῦ τύμβου σὺν ὅπλοις χρυσοῖς ἐπεῖχε τὰς ναῦς οὔριον ἐχούσας τὸν πλοῦν, ταῦτα λέγων: — MA

† ἐκ δὲ τοῦ εἰπεῖν λαίφη προτόνοις ἐπερειδομένας ἔδειξεν ὁ ποιητὴς ὅτι ἀνέμου ὄντος καὶ τῶν ἱστίων ἡπλωμένων ὑπαρχόντων καὶ τῶν νεῶν πλεόντων νηνεμία γέγονε ἡνίκα ἐφάνη ὁ Ἀχιλλεὺς καὶ . . .: — A