Commentarius In Apocalypsin (Pseudo-Oecumenii) (E Cod. Coislin.)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
Ἐκ φυλῆς Ἰωσήφ.
Ἐκ φυλῆς Ἰωσὴφ ιβ΄ χιλιάδες· Ἰωσὴφ πρόσθεσις, τουτέστιν οἱ ἐν προσθήκης μέρει σὺν τῇ βασιλείᾳ τῶν οὐρανῶν τὰ πρὸς τὸ
Ἐπισημαντέον δὲ τοῦτο, ὡς ἡ φυλὴ τοῦ Δὰν, ὡς ἐξ αὐτῆς τικτομένου τοῦ Ἀντιχρίστου, ταῖς λοιπαῖς οὐ συνηρίθμηται, ἀλλ’ ἀντὶ ταύτης ἡ τοῦ Λευΐ, ὡς ἱερατικὴ πάλαι εἰς μερισμὸν μὴ ἐρχομένη. ἐκ δὲ τῆς τῶν ὀνομάτων ἑρμηνείας ἔστι τινὰ τῶν φυλῶν ἑκάστη προσαρμόσαι διάνοιαν, ὡς ἐν τοῖς παραπλησίοις παρατεθήσεται. τὸν δὲ Ἰωσὴφ ἀντὶ τοῦ υἱοῦ αὐτοῦ τοῦ Ἐφραὶμ τέθεικεν. ἁρμόδιος δὲ τούτοις ὁ λεχθεὶς ἀριθμὸς, ὡς εἴρηται, διά τε τοὺς πάλαι Ἑβραίων ιβ΄ φυλάρχους, διά τε τοὺς ἀντ’ αὐτῶν καταστάντας ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν Ἀποστόλους, δι’ ὧν οἱ ἐν τῇ διασπορᾷ τῆς γῆς Ἰουδαῖοι ἐπ’ ἐσχάτων τῶν χρόνων σώζονται.
Μετὰ ταῦτα εἶδον· καὶ ἰδοὺ ὄχλος.
Ἰδοὺ μία Ἐκκλησία Ἀγγέλων καὶ ἀνθρώπων, καὶ οἱ πάλαι τοῖς Ἀγγέλοις ἄνθρωποι καταπληκτικοὶ φαινόμενοι τότε συλλειτουργοὶ ἀνθρώπων γενήσονται. εἴτε κατά τινας τῶν ἁγίων ἐν τοῖς οἰκείοις σώμασι διὰ τὴν ἐν τόπῳ περιγραφὴν αὐτοῖς ἐμφανιφόμενοι, εἴτε καθ’ ἕτερον τρόπον ὡς τὸ τριχῇ διαστατὸν μὴ ἔχοντες, ὅπερ σωμάτων ἴδιον, οὐκ ἐν τῇ οἰκείᾳ φύσει φαινόμενοι, ἀλλὰ κατὰ τὸ δοκοῦν τῷ Θεῷ τυποῦ μένοι καὶ σχηματιζόμενοι. κύκλῳ μέντοι τῶν Χερουβὶμ καὶ τῶν πρεσβυτέρων ἑστῶτες ἐμφανίζουσι διὰ τῆς στάσεως τὸ τῆς τιμῆς μέγεθος, ᾗ δοξάζονται οἱ διὰ τοῦ ἀριθμοῦ τῶν πρεσβυτέρων δηλούμενοι· ὑφ’ ὧν πάντων ἡ εὐχαριστία τῷ Θεῷ ἐπὶ ταῖς θεοπρεπέσιν αὐτοῦ εἰς τὴν αὐτοῦ κτίσιν οἰκονομίαις ὑπὲρ ἡμῶν ἀναπεμφθήσεται.
Καὶ ἀπεκρίθη εἷς.
Διεγείρει διὰ τῆς πεύσεως τὸν Ἀπόστολον ὁ ὀφθεὶς πρὸς τὴν τῶν ὁραθέντων ἔρευναν. ὁ δὲ τὴν ἄνοιαν εὐγνωμόνως προβαλλόμενος παρὰ τοῦ ἐρωτῶντος σοφίζεται.
Οὗτοι εἰσὶν οἱ ἐρχόμενοι.
Οὗτοι εἰσὶν οἱ διὰ προσκαίρων πόνων αἰωνίαν ἀνάπαυσιν καρπούμενοι, καὶ διὰ τοῦ συμπάσχειν Χριστῷ, τούτῳ συμβασιλεύοντες· τὸ γὰρ ἡμέρας καὶ νυκτὸς ἐνταῦθα δηλοῖ τὸ ἀκατάπαυστον. ἐκεῖ γὰρ νὺξ οὐκ ἔσται, ἀλλ’ ἡμέρα μία, ἀντὶ τοῦ αἰσθητοῦ ἡλίου, τῷ τῆς δικαιοσύνης καταλαμπομένη. ἴσως δὲ νὺξ νοεῖται τὰ ἀπόκρυφα καὶ βαθέα τῆς γνώσεως μυστήρια, ἡμέρα δὲ τὰ σαφῆ τε καὶ εὔληπτα. ναὸς δὲ τοῦ Θεοῦ, πᾶσα μὲν ἡ ἀνακαινιζομένη κτίσις διὰ τοῦ Πνεύματος, μάλιστα δὲ οἱ τὸν ἀρραβῶνα τοῦ Πνεύματος σῶον καὶ ἄσβεστον φυλάξαντες, οἷς ἐνοικήσειν καὶ ἐμπεριπατήσειν ἐπήγγελται.
Οὐ πεινάσουσιν.
Οὗτοι, φησὶν, οὐ πεινάσουσιν οὐδὲ διψήσουσιν, καὶ εἰκότως· τὸν γὰρ ἄρτον τὸν οὐράνιον καὶ τὸ ὕδωρ τῆς ζωῆς ἕξουσιν, οὐδ’ οὐ μὴ πεσοῦνται ἐπ’ αὐτοὺς ἥλιος οὐδὲ καῦμα. οὐ γὰρ ὑπὸ πειρασμῶν ἔτι τῶν διὰ τοῦ ἡλίου καὶ τοῦ καύσωνος σημαινομένων ὀδυνηθήσονται, του καιροῦ τῶν ἀγώνων παρωχηκότος.
Ὅτι τὸ ἀρνίον.
Οἱ ὑπὸ τοῦ Χριστοῦ τότε ποιμαινόμενοι, φησὶν, ἐπιδρομὰς λύκων κων οὐ φοβηθήσονται, ἅτε πεμπομένων εἰς τὸ πῦρ τὸ ἄσβεστον, ἀλλ’ ἐπὶ τὰς καθαρὰς καὶ τρανοτάτας τῶν θείων νοήσεων πηγὰς ἀύλους ποιμανθήσονται, δηλουμένας διὰ τοῦ ὕδατος, τὰς καὶ ἤδη τὴν ἄφθονον χύσιν τοῦ Πνεύματος χαρακτηρισαμένας. τοῦ Κυρίου εἰπόντος περὶ τοῦ εἰλικρινῶς πρὸς αὐτὸν πιστεύοντος, ὅτι “ποτα- “ μοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος, ᾧ οἱ ἄγιοι τότε δαψιλῶς ποτιζόμενοι, ἐν ἀγαλλιάσει καὶ εὐφροσύνῃ ἀπεράντῳ ἔσονται, τῆς μερικῆς γνώσεως καταργουμένης, τὴν τελείαν κτώμεμενοις, καὶ τὴν τροπὴν μετὰ τῆς φθορᾶς ἐκδυόμενοι.
Καὶ ὅτε ἤνοιξε.
Συχνῶς ὁ ἀριθμὸς τῶν ζ΄ ἁγίων τούτων παραλαμβάνεται, ὡς τῷ αἰῶνι τούτῳ καὶ τῷ σαββατισμῷ καὶ ἀναπαύσει τῶν ἁγίων σύστοιχος. διὸ κἀνταῦθα ἐπὶ τῇ λύσει τῆς ἑβδόμης σφραγῖδος ἡ λύσις τῆς γηίνης πολιτείας διασημαίνεται, ἑπτὰ Ἀγγέλων διακονούντων ταῖς κατὰ τούτων παιδείαις ἣ κολάσεως δεομένων ἀνθρώπων μάστιξιν.
Καὶ ἐγένετο σιγή.
Ἡ σιγὴ δηλοῖ τήν τε ἀγγελικὴν εὐταξίαν καὶ εὐλάβειαν, τὸ τε περὶ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας καὶ Ἀγγέλοις ἄγνωστον. τὸ δὲ ἡμιώριον, τὸ τοῦ καιροῦ ἐμφαίνει βραχὺ, ἐν ᾧ τῶν πληγῶν ἐπαγομένων, καὶ τῶν ἐπὶ γῆς συντελουμένων, ἡ τοῦ Χριστοῦ βασιλεία φανήσεται.
Καὶ ἄλλος Ἄγγελος.
Εἰ καὶ σχηματίζονται εἰς ὕλας καὶ χρώματα τὰ τοῖς ἁγίοις ὁρώμενα, εἴτε θυσιαστήριον, εἴτε ἕτερόν τι, ἀλλὰ ἀόρατα καὶ νοητὰ τυγχάνουσιν. ἐπὶ τούτου τοίνυν στὰς ὁ Ἄγγελος, καὶ τὸν λιβανωτὸν, δηλαδὴ τὸ τὸν λίβανον δεχόμενον θυμιατήριον κρατῶν, τὰς εὐχὰς τῶν ἁγίων ὡς θυμιάματα τῷ Θεῷ προσέφερεν, δι’ ὧν ᾐτοῦντο διὰ τῆς παγκοσμίου συντελείας, ταῖς μὲν τιμωρητικαῖς μάστιξιν τῶν δυσσεβῶν καὶ παρανόμων ἐλαττῶσαι τὴν ἐν τῷ μέλλοντι κόλασιν· τῇ δὲ οἰκείᾳ παρουσίᾳ τοὺς μισθοὺς διανεῖμαι τοῖς κοπιάσασι· τοῦτο δὲ ἐκ τῶν ἑξῆς δείκνυται.
Καὶ ἐδόθη αὐτῷ θυμιάματα.
Τὸ θυσιαστήριον τοῦτο ὁ Χριστός ἐστιν, ἐν ᾧ πᾶσα λειτουργικὴ καὶ ἁγία συνέστηκε δύναμις, καὶ· αἱ μαρτυρικαὶ θυσίαι προσκομίζονται· οὗ ἦν τύπος τὸ ἐν τῇ σκηνῇ θυσιαστήριον. τὰ δὲ θυμιάματα, αἱ προσευχαὶ τῶν ἁγίων ὡς εὐώδεις τῷ Θεῷ καταλέλεκται. ἐνώπιον δὲ τοῦ Χριστοῦ τοῦ θρόνου δηλαδὴ τῶν ὑπερτάτων ἁγίων δυνάμεων εἴρηκεν, διὰ τὴν χύσιν τῆς ἐν αὐτοῖς ἐμπύρου θείας ἀγάπης, καὶ τῆς ἀκραιφνοῦς σοφίας τε καὶ γνώσεως, ὅπερ ἐμφαίνει ἡ ἑρμηνεία τῶν ὀνομάτων τῶν τῷ Θεῷ πλησιαζουσῶν ὑπερτάτων δυνάμεων.