Commentarius In Apocalypsin (Pseudo-Oecumenii) (E Cod. Coislin.)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
Καὶ ἐδόθη αὐτοῖς ἑκάστῳ.
Καὶ διὰ τούτων τὴν τοῦ κόσμου συντέλειαν αἰτούμενοι φαίνονται οἱ ἅγιοι, διὸ μακροθυμεῖν ἄχρι τῆς τῶν ἀδελφῶν τελειώσεως κελεύονται, ἵνα μὴ χωρὶς αὐτῶν τελειωθῶσι. αἱ δὲ λευκαὶ στολαὶ τὴν ἐπανθοῦσαν αὐτοῖς τῶν ἀρετῶν ἐμφαίνουσι λαμπρότητα, ἣν ἠμφιεσμένοι εἰσὶν, καὶ μήπω τὰς ἐπαγγελίας ἐκομίσαντο. τῇ γοῦν ἐλπίδι τούτων, ὥσπερ νοερῶς ἐνοπτρίζονται πάσης ἀπηλλαγμένοι παχύτητος, εἰκότως εὐφραίνονται τοῖς κόλποις Ἀβραὰμ ἐναναπαυόμενοι. πολλοῖς γὰρ τῶν ἁγίων τοῦτο εἴρηται, χώρους ἀξίους εἰληφέναι τῶν τῆς ἀρετῆς ἐργατῶν ἕκαστον, δι’ ὧν καὶ περὶ τῆς μελλούσης αὐτοῖς δόξης τεκμαίρονται.
Καὶ εἶδον ὅτε ἤνοιξε τὴν σφραγῖδα.
Καὶ ταύτην τινὲς εἰς τὴν ἐπὶ Οὐεσπασιανοῦ πολιορκίαν ἐξελάβοντο· βοντο· ἔοικε δέ τισι μετάβασις ἐνταῦθα γεγενῆσθαι ἀπὸ τῶν ἐν τοῖς διωγμοῖς χρόνων, εἰς τὸν καιρὸν τὸν πρὸ τῆς ψευδοχρίστου ἀφίξεως· ἐν ᾧ τοσαύτας προεφητεύθη θλίψεις ἔσεσθαι, ἴσως πρὸς τὸ ἐμμελετῶντας ταύταις τοὺς ἀνθρώπους, μὴ ἀπειπεῖν πρὸς τὰς ἐπαγομένας ἐκ τοῦ Ἀντιχρίστου κολάσεις, οἵας οὐδέποτε γεγενημένας ἔγνωμεν· σεισμὸν μέντοι τὴν τῶν πραγμάτων μετάθεσιν πολλαχοῦ τῆς γραφῆς εὑρίσκομεν. τὸ δὲ μέλαν τοῦ ἡλίου καὶ τῆς σελήνης τὸ ἀφεγγὲς καὶ αἱματῶδες, τὸ τοῖς παρὰ τῆς θείας ὀργῆς καταλειφθεῖσιν ἀφώτιστον ἐνδείκνυται. τὸ δὲ πεσεῖν τοὺς ἀστέρας, καθὼς καὶ ἤδη περὶ τῶν ὑπὸ Ἀντιόχου ἀπαντηθέντων γέγραπται, τὸ καὶ τοὺς δοκοῦντας εἶναι φωστῆρας ἐν κόσμῳ πίπτειν, τοῖς γινομένοις ἐποκλάζοντας, ὡς φησὶν ὁ Κύριος, πλανηθῆναι εἰ δυνατὸν καὶ τοὺς ἐκλεκτοὺς, διὰ τὸ τῆς θλίψεως μέγεθος. ἴσως γὰρ διὰ τοῦτο καὶ ἡ συκῆ εἰς παράδειγμα λαμβάνεται, ὡς
Καὶ ὁ οὐρανὸς ἀπεχωρίσθη.
Τὸ τὸν οὐρανὸν εἰλῆσθαι ὡς βιβλίον ἣ τὸ ἄγνωστον τῆς δευτέρας ῥᾶς Χριστοῦ παρουσίας αἰνίττεται· ἀψοφητὶ γὰρ ἐν ἀκαριαίῳ ἡ βίβλος ἀνοίγεται· ἢ ὅτι καὶ αἱ οὐράνιαι δυνάμεις τοῖς ἐκπίπτουσι τῆς πίστεως ἐπαλγοῦσαι, οἷον εἱλιγμόν τινα διὰ συμπάθειαν καὶ λύπην ἕξουσιν. διὰ τούτων δὲ καὶ ἕτερον σημαίνεται, τὸ μὴ ἀφανισμὸν τὸν οὐρανὸν ὑφίστασθαι, ἀλλ’ οἷον εἱλιγμόν τινα καὶ ἀλλαγὴν ἐπὶ τὸ βέλτιον. ἡγούμεθα δὲ τῇ ἀρχαίᾳ συνηθείᾳ χρήσασθαι τὸν Ἀπόστολον· εἱλιταρίοις γὰρ Ἑβραῖοι ἀντὶ τῶν πά ἡμῖν βίβλων ἐκέχρηντο, ὡν ἡ ἀνείλησις οὐκ ἀφανισμὸν ἀλλὰ τῶν γεγραμμένων φανέρωσιν ἀπεργάζεται, ὡς καὶ τοῦ οὐρανίου σώματος ἡ ἀνάπτυξις, τῶν ἀποκειμένων τοῖς ἁγίοις ἀγαθῶν τὴν ἀποκάλυψιν δείκνυσιν.
Ἐκ τῶν τόπων αὐτῶν ἐνικήθησαν.
Ὁ Κύριος ἡμῶν τοῖς Ἀποστόλοις ἐρωτῶσι περὶ τοῦ ἐν Ἱεροσολύμοις ναοῦ καταστροφῆς καὶ συντελείας, καθὼς ἠδύναντο χωρεῖν προεῖπε τὰ μέλλοντα, ἅπερ καὶ ἤδη μὲν ἐν τῇ πολιορκίᾳ ἐπὶ Οὐεσπασιανοῦ καὶ Τίτου τοῖς Χριστοκτόνοις Ἰουδαίοις συμβέβηκεν. ἐπὶ τέλει δὲ μεθ’ ὑπερβολῆς πλειόνος παντὶ τῷ κόσμῳ ἐν τῇ τοῦ Ἀντιχρίστου ἐπιδημίᾳ ἐπελεύσεται· ἐν ᾗ οἱ κατ’ ἐξοχὴν εἴτε ἐκκλησιαστικῆς εὐταξίας, εἴτε κοσμικῆς δυναστείας ὑπάρχοντες, ὄρη τροπικῶς ὀνομαζόμενοι, αἱ τε τῶν πιστῶν ἐκκλησίαι μεταφορικῶς νῆσοι καλούμεναι, ἐκ τῶν τόπων αὐτῶν φεύξονται, τόπον ἐκ τόπων ἀμείβοντες διὰ τὸν ψευδόχριστον. οἱ δὲ τῆς γῆς [*](a ἤγουν ὡρίμους γενομένοις in marg.)
Εἶδον τέσσαρας Ἀγγέλους.
Εἰ καὶ ταῦτα τισὶν ὑπὸ Ῥωμαίων πάλαι τοῖς Ἰουδαίοις γεγενῆσθαι ἐξείληπται, τῶν τεσσάρων θείων Ἀγγέλων δηλοῦν αὐτοῖς νομισθέντα, τὸ ἔπι τε γῆς ἐπί τε θαλάσσης τῶν τὴν ὀργὴν πειρωμένων διαδιδράσκειν ἄφυκτον, πολλῷ μᾶλλον τοῦτο ἐν τῇ τοῦ Ἀντιχρίστου ἐπελεύσει γενήσεται· οὐκ ἐν τῇ μερικῇ γῇ τῆς Ἰουδαίας, ἀλλ’ ἐν πάσῃ, ἦν ἐπὶ τῶν τεσσάρων γωνιῶν ἑστάναι τοὺς Ἀγγέλους διέξεισιν, ὡς πληροῦντας διακονίας τὰς θεόθεν αὐτοῖς ἐγκεχειρισμένας, ἡμῖν δὲ ἀγνώστους. ἡ δὲ τῶν ἀνέμων ἐποχὴ, προδήλως λύσιν τῆς εὐταξίας τῆς κτίσεως καὶ τὸ τῶν κακῶν ἐμφαίνει φαίνει ἀδιάδραστον· δι’ ἀνέμων γὰρ καὶ τὰ τῆς γῆς φυτὰ τρέφονται, καὶ πλεῖται ἡ θάλασσα.
Καὶ ἔκραξε φωνὴ μεγάλη τοῖς τέσσαρσιν.
Ὅπερ τῷ Ἰεζεκιὴλ πάλαι ἀποκεκάλυπτο περὶ τοῦ ἐνδεδυμένου τὸ βαδδὴν, καὶ τῶν καταστεναζόντων τὰ πρόσωπα σφραγίζοντος πρὸς τὸ μὴ συναπολέσθαι δικαίους ἀδίκοις, διὰ τὸ κεκρυμμένον τῆς τῶν ἁγίων ἀρετῆς, καὶ τοῖς Ἀγγέλοις ἄγνωστον· τοῦτο κἀνταῦθα τῷ Ἀποστόλῳ δείκνυται· ὑπερτέρας ἁγίας δυνάμεως τοῖς τιμωροῖς Ἀγγέλοις ἐγκελευομένης μηδὲν δράσαι εἰς τοὺς πλημμελήσαντας, πρὶν διὰ τοῦ σφραγισθέντος διακριθέντας ἐπιγνώσει τῆς ἀληθείας θεραπευθέντας. τοῦτο δὲ μερικῶς πάλαι γεγένηται τῶν τῷ Χριστῷ πεπιστευκότων τὴν τῆς Ἱερουσαλὴμ ὑπὸ Ῥωμαίων ἐκπεφευγότων πόρθησιν, εἰς πολλὰς τελούντων μυριάδας· ἀλλ’ οὖν ὡς εἴρηται ἐν τῷ καιρῷ τῆς τοῦ Ἀντιχρίστου ἐπελεύσεως μάλιστα
Μὴ ἀδικήσητε τὴν γῆν.
Ὡς δι’ ἡμᾶς γεγενημένης τῆς κτίσεως, παιδευομένοις ἡμῖν κοινωνεῖ ἐπὶ ταῖς μάστιξιν, ὥσπερ καὶ δοξαζομένοις τοῖς ἁγίοις συμφαιδρυνθήσεται. διὰ τούτων δὲ μανθάνομεν καὶ τοὺς ἐναρέτους δεῖσθαι δυναμωθῆναι δι’ ἀγγελικῆς βοηθείας πρὸ τῆς τῶν πειρασμῶν ἐπαγωγῆς, τῇ δεδομένῃ ἡμῖν σφραγῖδι τοῦ Πνεύματος, κατὰ τοσοῦτον ἐπιδεικνυμένη τὴν οἰκείαν δύναμιν, καθόσον ἃν αὐτῇ ἐργασίαν παρασχώμεθα· τῶν λοιπῶν μενόντων ἀβοηθήτων παρ’ οἰκείων, τοῦ μὴ βοηθῆναι θέλημα.
Ἐκ φυλῆς Ἀσήρ.
Ἐκ φυλῆς Ἀσήρ ιβ΄ χιλιάδες. Ἀσὴρ μακαρισμὸς ἑρμηνεύεται, δι’ οὗ δείκνυνται οἱ τῶν δεσποτικῶν μακαρισμῶν διὰ πολιτείας ἀξιούμενοι τῆς ἐκ δεξιῶν τοῦ Χριστοῦ στάσεως. ἐκ φυλῆς Νεφθαλείμ ἱρ’ χιλιάδες. Νεφθαλεὶμ προσευχὴ, δι’ ἧς χαρακτηρίφονται οἱ διὰ προσευχῆς ἀδιαλείπτου τῷ Θεῷ κολλώμενοι ἐκ φυλῆς Μανασσῆ ἱρ’ χιλιάδες. Μανασσῆ ἐπιλησμονὴ, τουτέστιν οἱ τῶν ὄπισθεν ἐπιλανθανόμενοι, καὶ τῶν πατρῴων οἴκων διὰ τὸν θεῖον ἔρωτα. ἐκ φυλῆς Συμεὼν ιβ΄ χιλιάδες. Συμεὼν ὑπακοὴ, δηλαδὴ οἱ δι’ ὑπακοῆς τῶν θείων ἐντολῶν δικαιούμενοι. ἐκ φυλῆς Λευΐ, ιβ΄ χιλιάδες. Λευΐ, προσειλημμένος, δι’ οὗ νοοῦνται οἱ διὰ πολιτείας ἱεροπρεποῦς ὑπὸ Χριστοῦ προσειλημμένοι. ὄγδοος δὲ ὁ Λευΐ τέτακται, ὡς κατὰ τὴν ὀγδόην ἡμέραν τὴν ἀνάστασιν τῆς ἀληθοῦς ἱερωσύνης ἀναδεικνύμενος. ἐκ φυλῆς Ἰσάχαρ ιβ΄ χιλιάδες. Ἰσάχαρ, μισθὸς, τουτέστιν οἱ τῶν ἐκ Θεοῦ μισθῶν ἕνεκεν ἐναρέτως πολιτευόμενοι. ἐκ φυλῆς Ζαβουλῶν ιβ΄ χιλιάδες. Ζαβουλὼν κατοικητήριον δυνάμεως, ἣ εὐωδία, δι’ οὗ νοοῦνται, οἱ τῆ ἐνοικήσει τοῦ Χριστοῦ κατὰ τῶν παθῶν δυναμωθέντες καὶ εὐωδία αὐτῷ γενόμενοι.