Commentarius In Apocalypsin (Pseudo-Oecumenii) (E Cod. Coislin.)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
Καὶ εἶδον, καὶ ἰδού.
Ταύτην εἶναι φασὶ τὴν δευτέραν τῶν Ἀποστόλων διδαχὴν, διὰ μαρτύρων καὶ διδασκάλων συμπληρουμένην· ἐν ᾗ πλατυνομένου λοιπὸν τοῦ κηρύγματος ἡ τοῦ κόσμου ἐλύθη εἰρήνηb, καθ’ ἑαυτῆς μερισθείσης τῆς φύσεως, κατὰ τὸν εἰπόντα Χριστὸν, “ “ ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τῆς γῆς, ἀλλὰ μάχαιραν,” δι’ ἧς μαρτυρικὰ σφάγια εἰς τὸ ἄνω θυσιαστήριον ἀνηνέχθησαν. ὁ δὲ πυρρὸςc ἵππος, ἣ τῆς ἐκχύσεως τῶν αἱμάτων, ἣ τῆς πεπυρωμένης τῶν ὑπὲρ Χριστοῦ πασχόντων διαθέσεως σύμβολον ἦν· τὸ δὲ γεγράφθαι, δοθῆναι τῷ καθ’ ἡμέραν ἐπ’ αὐτὸν λαβεῖν τὴν εἰρήνην, τὴν πάνσοφον δείκνυσι τοῦ Θεοῦ συγχώρησιν, τοὺς πιστοὺς δούλους διὰ πειρασμῶν δοκιμάζουσα.
Καὶ ὅτε ἤνοιξε.
τρίτον ζῶον ἐνταῦθα τὸν ἄνθρωπον φησι, τὴν τῶν ἀνθρώπων δηλοῦντα ἔκπτωσιν, καὶ διὰ τοῦτο κολάσεινd διὰ τὸ πρὸς ἁμαρτίαν εὐόλισθον τῇ ἐξουσίᾳ τῆς προαιρέσεως. εἰκὸς δὲ καὶ αἰσθητὸν λιμὸν τότε γενέσθαι, καθὼς ἐν τοῖς ἑξῆς ῥηθήσεται· διὰ δὲ μέλανος ἵππου τὸ πένθος δηλοῦσθαι φαμὲν τὸ ἐπὶ τοῖς ἐκπεσοῦσι τῆς εἰς Χριστὸν πίστεως διὰ τὴν ὑπερβολὴν τῶν κολάσεων. τὸν [*](b In marg. παράλογος φιλία. c Cod. πυρὸς. d Sic.)
Καὶ ὅτε ἤνοιξε τὴν σφραγῖδα.
Τὸ τοῦ τετάρτου ζώου δηλαδὴ τοῦ ἀετοῦ ὑψιπετὲς καὶ ὀξὺ πρὸς βορρᾶν, ἄνωθεν ἥκειν ἐξ θεηλάτου ὀργῆς τὰς πληγὰς ἐμφαίνειν δύναται, εἰς τὴν τῶν εὐσεβῶν ἐκδίκησιν, καὶ τῶν δυσσεβῶν τιμωρίαν, εἰ μὴ ταύταις βελτιωθέντες ἐπιστρέψουσι. τοῦ εἱρμοῦ δὲ τῶν προεκτεθέντων καὶ τὰ παρόντα ἔχεται. ὡς γάρ φασιν τινὲς, ἐν τῇ τῶν διωγμῶν ἀκμῇ ἐπὶ Μαξιμίνου Ῥωμαίων βασιλεύοντος, ὑπὸ μὲν λιμοῦ καὶ λοιμοῦ ἄπειρα πλήθη διεφθείροντο, ὡς ταφῇ μὴ δύνασθαι παραδίδοσθαι· καὶ τοι Χριστιανῶν τότε φιλοτίμως περὶ τὰς κηδίας ἠσχολημένων, καὶ τοὺς πεπλανημένους πρὸς τὴν ἀληθῆ ἐπίγνωσιν ἐναγόντων· ὑπὸ δὲ Ἀρμενίων ἐπαναστάντων Ῥωμαίοις, οὐκ ὀλίγους ἀνῃρῆσθαι ῥομφαίᾳ, καὶ ὑπὸ κυνῶν ἀνηλῶσθαι τὰ τῶν θανόντων σώματα, ὡς λοιπὸν τοὺς λειπομένους εἰς κυνοκτονίαν τραπῆναι, δεδιότες μὴ καὶ αὐτοὶ θανόντες, ζῶντας τούτους τάφους κτήσωνται. εἰκὸς δὲ τοῖς κυσὶ καὶ ἀγρίους θῆρας συμμετέχειν διὰ τὸ τῆς τροφῆς ἄφθονον.
Καὶ ὅτε ἤνοιξε τὴν πέμπτην.
Εἰ μέν τις τὴν λύσιν τῶν δ σφραγίδων ταῖς τοῦ Χριστοῦ παρωχηκυίαις οἰκονομίαις προσνεῖμαι βιάσεται, καὶ ταύτας εἰκότως τοῖς προτελειωθεῖσι προφήταις καὶ λοιποῖς ἁγίοις ἐφαρμόσει τῆς θείας καταβοῶσι μακροθυμίας, ἐφ’ οἷς μέχρι σταυροῦ παρὰ Ἰουδαίων ὑβριζόμενος ἀνέχεται. εἰ δέ τις ὡς μελλόντων πρόρρησιν
Καὶ ἐδόθη αὐτοῖς ἑκάστῳ.
Καὶ διὰ τούτων τὴν τοῦ κόσμου συντέλειαν αἰτούμενοι φαίνονται οἱ ἅγιοι, διὸ μακροθυμεῖν ἄχρι τῆς τῶν ἀδελφῶν τελειώσεως κελεύονται, ἵνα μὴ χωρὶς αὐτῶν τελειωθῶσι. αἱ δὲ λευκαὶ στολαὶ τὴν ἐπανθοῦσαν αὐτοῖς τῶν ἀρετῶν ἐμφαίνουσι λαμπρότητα, ἣν ἠμφιεσμένοι εἰσὶν, καὶ μήπω τὰς ἐπαγγελίας ἐκομίσαντο. τῇ γοῦν ἐλπίδι τούτων, ὥσπερ νοερῶς ἐνοπτρίζονται πάσης ἀπηλλαγμένοι παχύτητος, εἰκότως εὐφραίνονται τοῖς κόλποις Ἀβραὰμ ἐναναπαυόμενοι. πολλοῖς γὰρ τῶν ἁγίων τοῦτο εἴρηται, χώρους ἀξίους εἰληφέναι τῶν τῆς ἀρετῆς ἐργατῶν ἕκαστον, δι’ ὧν καὶ περὶ τῆς μελλούσης αὐτοῖς δόξης τεκμαίρονται.
Καὶ εἶδον ὅτε ἤνοιξε τὴν σφραγῖδα.
Καὶ ταύτην τινὲς εἰς τὴν ἐπὶ Οὐεσπασιανοῦ πολιορκίαν ἐξελάβοντο· βοντο· ἔοικε δέ τισι μετάβασις ἐνταῦθα γεγενῆσθαι ἀπὸ τῶν ἐν τοῖς διωγμοῖς χρόνων, εἰς τὸν καιρὸν τὸν πρὸ τῆς ψευδοχρίστου ἀφίξεως· ἐν ᾧ τοσαύτας προεφητεύθη θλίψεις ἔσεσθαι, ἴσως πρὸς τὸ ἐμμελετῶντας ταύταις τοὺς ἀνθρώπους, μὴ ἀπειπεῖν πρὸς τὰς ἐπαγομένας ἐκ τοῦ Ἀντιχρίστου κολάσεις, οἵας οὐδέποτε γεγενημένας ἔγνωμεν· σεισμὸν μέντοι τὴν τῶν πραγμάτων μετάθεσιν πολλαχοῦ τῆς γραφῆς εὑρίσκομεν. τὸ δὲ μέλαν τοῦ ἡλίου καὶ τῆς σελήνης τὸ ἀφεγγὲς καὶ αἱματῶδες, τὸ τοῖς παρὰ τῆς θείας ὀργῆς καταλειφθεῖσιν ἀφώτιστον ἐνδείκνυται. τὸ δὲ πεσεῖν τοὺς ἀστέρας, καθὼς καὶ ἤδη περὶ τῶν ὑπὸ Ἀντιόχου ἀπαντηθέντων γέγραπται, τὸ καὶ τοὺς δοκοῦντας εἶναι φωστῆρας ἐν κόσμῳ πίπτειν, τοῖς γινομένοις ἐποκλάζοντας, ὡς φησὶν ὁ Κύριος, πλανηθῆναι εἰ δυνατὸν καὶ τοὺς ἐκλεκτοὺς, διὰ τὸ τῆς θλίψεως μέγεθος. ἴσως γὰρ διὰ τοῦτο καὶ ἡ συκῆ εἰς παράδειγμα λαμβάνεται, ὡς
Καὶ ὁ οὐρανὸς ἀπεχωρίσθη.
Τὸ τὸν οὐρανὸν εἰλῆσθαι ὡς βιβλίον ἣ τὸ ἄγνωστον τῆς δευτέρας ῥᾶς Χριστοῦ παρουσίας αἰνίττεται· ἀψοφητὶ γὰρ ἐν ἀκαριαίῳ ἡ βίβλος ἀνοίγεται· ἢ ὅτι καὶ αἱ οὐράνιαι δυνάμεις τοῖς ἐκπίπτουσι τῆς πίστεως ἐπαλγοῦσαι, οἷον εἱλιγμόν τινα διὰ συμπάθειαν καὶ λύπην ἕξουσιν. διὰ τούτων δὲ καὶ ἕτερον σημαίνεται, τὸ μὴ ἀφανισμὸν τὸν οὐρανὸν ὑφίστασθαι, ἀλλ’ οἷον εἱλιγμόν τινα καὶ ἀλλαγὴν ἐπὶ τὸ βέλτιον. ἡγούμεθα δὲ τῇ ἀρχαίᾳ συνηθείᾳ χρήσασθαι τὸν Ἀπόστολον· εἱλιταρίοις γὰρ Ἑβραῖοι ἀντὶ τῶν πά ἡμῖν βίβλων ἐκέχρηντο, ὡν ἡ ἀνείλησις οὐκ ἀφανισμὸν ἀλλὰ τῶν γεγραμμένων φανέρωσιν ἀπεργάζεται, ὡς καὶ τοῦ οὐρανίου σώματος ἡ ἀνάπτυξις, τῶν ἀποκειμένων τοῖς ἁγίοις ἀγαθῶν τὴν ἀποκάλυψιν δείκνυσιν.
Ἐκ τῶν τόπων αὐτῶν ἐνικήθησαν.
Ὁ Κύριος ἡμῶν τοῖς Ἀποστόλοις ἐρωτῶσι περὶ τοῦ ἐν Ἱεροσολύμοις ναοῦ καταστροφῆς καὶ συντελείας, καθὼς ἠδύναντο χωρεῖν προεῖπε τὰ μέλλοντα, ἅπερ καὶ ἤδη μὲν ἐν τῇ πολιορκίᾳ ἐπὶ Οὐεσπασιανοῦ καὶ Τίτου τοῖς Χριστοκτόνοις Ἰουδαίοις συμβέβηκεν. ἐπὶ τέλει δὲ μεθ’ ὑπερβολῆς πλειόνος παντὶ τῷ κόσμῳ ἐν τῇ τοῦ Ἀντιχρίστου ἐπιδημίᾳ ἐπελεύσεται· ἐν ᾗ οἱ κατ’ ἐξοχὴν εἴτε ἐκκλησιαστικῆς εὐταξίας, εἴτε κοσμικῆς δυναστείας ὑπάρχοντες, ὄρη τροπικῶς ὀνομαζόμενοι, αἱ τε τῶν πιστῶν ἐκκλησίαι μεταφορικῶς νῆσοι καλούμεναι, ἐκ τῶν τόπων αὐτῶν φεύξονται, τόπον ἐκ τόπων ἀμείβοντες διὰ τὸν ψευδόχριστον. οἱ δὲ τῆς γῆς [*](a ἤγουν ὡρίμους γενομένοις in marg.)
Εἶδον τέσσαρας Ἀγγέλους.
Εἰ καὶ ταῦτα τισὶν ὑπὸ Ῥωμαίων πάλαι τοῖς Ἰουδαίοις γεγενῆσθαι ἐξείληπται, τῶν τεσσάρων θείων Ἀγγέλων δηλοῦν αὐτοῖς νομισθέντα, τὸ ἔπι τε γῆς ἐπί τε θαλάσσης τῶν τὴν ὀργὴν πειρωμένων διαδιδράσκειν ἄφυκτον, πολλῷ μᾶλλον τοῦτο ἐν τῇ τοῦ Ἀντιχρίστου ἐπελεύσει γενήσεται· οὐκ ἐν τῇ μερικῇ γῇ τῆς Ἰουδαίας, ἀλλ’ ἐν πάσῃ, ἦν ἐπὶ τῶν τεσσάρων γωνιῶν ἑστάναι τοὺς Ἀγγέλους διέξεισιν, ὡς πληροῦντας διακονίας τὰς θεόθεν αὐτοῖς ἐγκεχειρισμένας, ἡμῖν δὲ ἀγνώστους. ἡ δὲ τῶν ἀνέμων ἐποχὴ, προδήλως λύσιν τῆς εὐταξίας τῆς κτίσεως καὶ τὸ τῶν κακῶν ἐμφαίνει φαίνει ἀδιάδραστον· δι’ ἀνέμων γὰρ καὶ τὰ τῆς γῆς φυτὰ τρέφονται, καὶ πλεῖται ἡ θάλασσα.