Commentarius In Apocalypsin (Pseudo-Oecumenii) (E Cod. Coislin.)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Καὶ εἶδον· καὶ ἰδοὺ ἐν μέσῳ.

Οἱ ἑπτὰ ὀφθαλμοὶ καὶ τὰ ἑπτὰ κέρατα τοῦ ἀρνίου, δηλοῦσι τοῦ Χριστοῦ τὰ ἑπτὰ Πνεύματα, ὣν Ἡσαΐας ἐμνημόνευσε καὶ Ζαχαρίας ὁ προφήτης. τὸ δὲ “ ὡς ἐσφαγμένον δηλοῖ τὴν τὴν σφαγὴν ζωὴν αὐτοῦ, ἐν ᾗ ἐδείκνυ τὰ τοῦ πάθους σύμβολα, ὡς ἐσφραγισμένον ἀληθῶς μετὰ τὴν ἐκ νεκρῶν ἔγερσιν.

Καὶ ὅτε ἔλαβε τὸ βιβλίον.

Αἱ κιθάραι τὴν ἐναρμόνιον καὶ εὔηχον δηλοῦσι δοξολογίαν· τὰ δὲ θυμιάματα τὴν εὐώδη τῶν πιστῶν θυσίαν, προαγομένην διὰ βίου καθαρότητος. αἱ φιάλαι δὲ τῶν διανοιῶν σημαντικαὶ, ἐξ ἡ τῶν ἀγαθῶν ἔργων εὐωδία, καὶ ἡ καθαρὰ προσευχὴ προσέρχεται. διὰ τούτου δὲ δείκνυται τοὺς πρεσβυτέρους εἶαι τοὺς ἐν τῇ παλαιᾷ τε καὶ νέᾳ Θεῷ εὐαρεστήσαντας, καὶ τὴν ὑπὲρ παντὸς τοῦ κόσμου τῷ σφαγιασθέντι ἀμνῷ τοῦ Θεοῦ καὶ ἀγοράσαντι ἡμᾶς εὐχαριστίαν προσάγοντας.

Καὶ ᾄδουσι καινὴν ᾠδήν.

Καινῆ δὲ ᾠδὴ, ἣν τῆς παλαιότητος τοῦ γράμματος ἀπαλλαγέντες οἱ ἐκ πάσης φυλῆς καὶ γλώσσης καταυγασθέντες, ᾄδειν

514
ἐδιδάχθημεν διὰ τοῦ Πνεύματος, τῆς γῆς δὲ βασιλεύειν τούτους φησὶ τῆς καινῆς, ἢν ὁ Κύριος τοῖς πραέσιν ἐπηγγείλατο.

Καὶ εἶδον καὶ ἤκουσα.

Ἐκ πάντων γενέσθαι τὴν δοξολογίαν φησὶν, ἐκ πάντων γὰρ τῶν τε νοητῶν καὶ τῶν αἰσθητῶν, τῶν τε ζώντων, τῶν τε ἁπλῶς ὄντων φυσικοῖς λόγοις ὁ Θεὸς δοξάζεται ὡς πάντων γενεσιάρχης· καὶ ὁ τούτου μονογενὴς καὶ ὁμοούσιος Υἱὸς, ὃς τὴν καινότητα τῷ ἀνθρώπῳ καὶ τὴν δι’ αὐτὸν γεγενημένην κτίσιν χαριζόμενος, εἰ καὶ λαβεῖν τῶν ἐν οὐρανοῖς καὶ τῶν ἐπιγείων τὴν ἐξουσίαν ὡς ἄνθρωπος γέγραπται.

Καὶ τὰ τέσσαρα ζῷα.

Καὶ διὰ τούτων δείκνυται μία ποίμνη καὶ μία Ἐκκλησία γεγενῆσθαι Ἀγγέλων καὶ ἀνθρώπων, διὰ Χριστοῦ τοῦ Θεοῦ τοῦ τὰ διεστῶτα συνάψαντος, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσαντος· ἰδοὺ γὰρ σὺν τοῖς τέσσαρσι ζώοις τοῖς τῶν λοιπῶν ἀγγελικῶν ὑπερέχουσι τάξεων, καὶ οἱ χαρακτηριστικοὶ τοῦ τῶν σωζομένων ἀνθρώπων πληρώματος τῆς τοῦ Θεοῦ ἀξιοῦνται ὑμνῳδίας τε καὶ προσκυνήσεως.

Καὶ εἶδον ὅτι ἤνοιξε.

Κἀνταῦθα ἡ τῶν ἐν οὐρανοῖς εὐταξία σημαίνεται ἐκ τῶν πρώτων τάξεων εἰς τὰς δευτέρας καταβαίνουσα, καὶ ἐκ τοῦ ἑνὸς προσώπου τῶν τετραμόρφων ζώων δηλαδὴ τῶν λεόντων τὴν πρώτην γεγενῆσθαι φωνὴν ἤκουσε κελευομένην τοῦ “ ἔρχου τῷ τὴν τυποῦντι Ἀγγέλῳ δι’ αἰνίγματος. τὸ ’δε πρῶτον ζῶον ὁ λέων ἐμφαίνειν μοι δοκεῖ τὸ βασιλικὸν τῶν Ἀποστόλων κατὰ δαιμόνων φρόνημα, κατὰ τὸ a “ ἰδοὺ οἱ βασιλεῖς τῆς γῆς συνήχθησαν.”

Καὶ ἰδοὺ ἵππος λευκός.

Καὶ τῆς παρούσης σφραγῖδος τὴν λύσιν καὶ τῶν ἑξῆς ἁπασῶν, τινὲς εἰς τὴν ἔνσαρκον τοῦ Θεοῦ λόγου οἰμονομίαν ἐξειλήφασι· τὴν πρώτην εἰς τὴν γέννησιν, τὴν δευτέραν εἰς τὸ βάπτισμα, τὴν τρίτην εἰς τὰς μετὰ τοῦτο θεοσημείας, τὴν τετάρτην εἰς τὴν ἐπὶ Πιλάτου παράστασιν, τὴν πέμπτην εἰς τὸν σταυρὸν, τὴν ἕκτην εἰς τὴν ἐν μνήματι κατάθεσιν καὶ τοῦ ᾅδου σκύλευσιν, τὴν ἑρδόμην εἰς τὴν ἐκ νεκρῶν ἀνάστασιν.

[*](a Cod. κατ’ αὐτὸ.)
515

Ἄλλοι δὲ τὴν τῆς πρώτης σφραγῖδος λύσιν, τὴν τῶν Ἀποστόλων φασὶ νοεῖσθαι γενεάν· οἳ καθάπερ τόξον τὸ Εὐαγγελικὸν κήρυγμα κατὰ δαιμόνων ἐντείνοντες, τῷ Χριστῷ τοὺς τρωθέντας τοῖς σωτηρίοις βέλεσι προσήγαγον, στεφάνους εἰληφότες, ἀνθ’ ὡν διὰ τῆς ἀληθείας τὸν τῆς πλάνης ἀρχηγὸν νενικήκασιν, ἐπ’ ἐλπίδι δευτέρας νίκης τῆς μέχρι βιαίου θανάτου ὁμολογίας τοῦ δεσποτικοῦ ὀνόματος· διὸ γέγραπται “ ἐξῆλθε νικῶν, καὶ ἵνα νικήσῃ·” γὰρ νίκη ἡ τῶν ἐθνῶν ἐπιστροφή· δευτέρα ἡ τοῦ σώματος δι’ ἑαυτῆς ἑκούσιος μετὰ κολάσεως ἔξοδος.

Καὶ ὅτε ἤνοιξε.

Ζῶον δεύτερον τὸν μόσχον λέγει, τῶν ἁγίων μαρτύρων τὰς ἱερὰς θυσίας χαρακτηρίζοντα, τοῦ προτέρου τὴν ἀποστολικὴν ἐξουσίαν, ὡς εἴρηται, διαγράφοντα.