Commentarius In Apocalypsin (Pseudo-Oecumenii) (E Cod. Coislin.)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
Ὁ νικῶν· οὗτος.
Ὁ τὴν προλεχθεῖσαν, φησὶ, νίκην νικῶν τοῖς τῶν οἰκείων ἀρετῶν ἱματίοις λάμψει ὡς ὁ ἥλιος, καὶ τὸ ὄνομα αὐτοῦ ἐν τῇ τῶν ζώντων βίβλῳ ἔσται ἀνεξάλειπτον. ὁμολογηθήσεται δὲ ἐπὶ τοῦ πατρός μου καὶ τῶν ἁγίων δυνάμεων, ὥσπερ καὶ οἱ ἅγιοι μάρτυρες, καθώς φησι καὶ ἐν τῷ Εὐαγγελίῳ, “ ἐκλάμψειν τοὺς δικαίους ὡς τὸν “ ἥλιον ἐν τῆ βασιλείᾳ τῶν οὐρανῶν.”
Τάδε λέγει Κύριος.
Κλεῖς τοῦ Δαβὶδ ἡ βασιλεία αὐτοῦ κέκληται· ἐξουσίας γὰρ αὕτη σύμβολον. κλεῖς δὲ πάλιν τῆς τε ψαλμικῆς βίβλου καὶ 1 πάσης προφητείας, τὸ Πνεῦμα τὸ Ἅγιον· δι’ οὗ οἱ θησαυροὶ τῆς γνώσεως ἀνοίγονται. καὶ τὴν μὲν πρώτην κατὰ τὸ ἀνθρώπινον δέχεται, τὴν δὲ δευτέραν ἔχει κατὰ τὸ ἄναρχον τῆς θεότητος. ἐπεὶ δὲ ἔν τισι τῶν ἀντιγράφων, ἀντὶ τοῦ Δαβὶδ, ᾅδου γέγραπται, διὰ τῆς τοῦ ἅδου κλειδὸς, ἡ ἐξουσία τῆς ζωῆς καὶ τοῦ θανάτου τῶ Χριστῷ πρόσ’ μεμαρτύρηται. ἅγιος δὲ καὶ ἀληθινὸς, ὡς αὐτοαγιωσύνη, καὶ αὐτοουσιώδης ἀλήθεια.
Οἶδα σου τὰ ἔργα.
Ἐκ τῶν γεγραμμένων, μικρὰν μὲν τῷ μεγέθει τὴν πόλιν ταύτην, μεγάλην δὲ τῇ πίστει μανθάνομεν. διό φησιν αὐτῇ, οἰδα τὰ ἔργα, τουτέστιν ἀποδέχομαι· καὶ θύραν ἐνώπιόν σου τοῦ διδασκαλικοῦ κηρύγματος ἤνοιξα, κλεισθῆναι διὰ πειρασμῶν μὴ δυνα- μένην, τῇ προθέσει γὰρ ἀρκοῦμαι, καὶ οὐκ ἀπαιτῶ τὰ ὑπὲρ δύναμιν.
Ἴδου δίδωμι ἐκ τῆς συναγωγῆς.
Ἔξεις, φησὶ, μισθὸν τῆς ὁμολογίας τοῦ ἐμοῦ ὀνόματος τὴν τῶν Ἰουδαίων ἐπιστροφήν τε καὶ μετάνοιαν, οἳ προπεσοῦνται τοῖς πόσι σου, τὴν πρὸς ἐμὲ ἀγωγὴν καὶ τὸν ἐξ ἐμοῦ φωτισμὸν αἰτούμενοι, καὶ ἐν τῷ κρυπτῷ τῆς καρδίας καὶ ἐν τῷ φανερῷ λοιπὸν Ἰουδαΐςοντες.
Ὅτι ἐτήρησας τὸν λόγον.
Τὴν ὥραν τοῦ πειρασμοῦ, εἴτε ὡς αὐτίκα παρεσομένην τὴν τῶν ἀσεβῶν τῆς Ρώμης τὸ τηνικαῦτα βασιλευσάντων κατὰ Χριστιανῶν δίωξιν εἴρηκεν, ἧς λυτροῦσθαι αὐτὴν ἐπαγγέλλεται, ἣ τὴν ἐπὶ συντέλειαν τοῦ αἰῶνος παγκόσμιον κατὰ τῶν πιστῶν τοῦ Ἀντιχρίστου κίνησιν. ἐλευθεροῦν τοὺς ζηλωτὰς αὐτῆς ὑπισχνεῖται, προαναρπαζομένους διὰ τῆς ἐντεῦθεν ἀναλύσεως, ἵνα μὴ πειρασθῶσιν ὕπερ ὁ δύνανται.
Ἔρχομαι ταχύ.
Καλῶς φησιν ἔρχομαι ταχύ. μετὰ γὰρ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων φησὶν ὁ Κύριος ἐλεύσεσθαι, διὸ παρεγγυᾷ κρατῆσαι τὸν θησαυρὸν τῆς πίστεως ἄσυλον, ἵνα μὴ ἀπολέσῃ τὸν τῆς πίστεως στέφανον.
Ὁ νικῶν ποιήσω.
Στύλον εἰκότως φησίν· ὁ γὰρ νικητὴς τῶν ἐναντίων δυνάμεων, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας καθίσταται, ἀκίνητον ἐν αὐτῇ τὴν βασιλείαν ἔχων κατὰ τὸν Ἀπόστολον. καὶ ἐπὶ τὴν καρδίαν φησὶ τοῦ τοιούτου στύλου χαράξω τὴν γνῶσιν τοῦ θείου ὀνόματος καὶ τῆς ἄνω Ἰερουσαλὴμ, ἵνα ἴδῃ τὰ ἐν αὐτῇ κάλλη τοῖς τοῦ Πνεύματος ὀνόμασι, καὶ τὸ καινὸν ὄνομα τὸ τοῖς ἁγίοις ἐν τῷ μέλλοντι γνωριζόμενον. τῷ δὲ Θεῷ μου ἀνθρωπίνως περὶ τοῦ Πατρὸς εἴρηκεν, ὡς σὰρξ δι’ ἡμᾶς ἀτρέπτως γενόμενος. ἄνωθεν δὲ Ἰερουσαλὴμ καταβαίνει, ἐκ μὲν Ἀγγέλων ἀρξαμένης τῆς θείας γνώσεως, μέχρις ἡμῶν δὲ καταντησάσης, συναφθέντων ἀλλήλοις διὰ Χριστοῦ τῆς κεφαλῆς ἡμῶν.